previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐτύγχανε δὲ περὶ τὸν χρόνον τοῦτον νεανίας Λακεδαιμόνιος αἰτίαν ἔχων παρ᾽ αὐτοῖς, ὡς ἀδικῶν περὶ τὰ ἤθη: Καλλικρατίδα μὲν γὰρ τοῦ περὶ Ἀργινούσας ναυαρχήσαντος ἦν ἔκγονος, ναυκληρίας δὲ ἤρα καὶ οὐ προσεῖχε τοῖς κοινοῖς, ἀλλ᾽ ἐς Καρχηδόνα ἐξέπλει καὶ Σικελίαν ναῦς πεποιημένος. ἀκουσας οὖν κρίνεσθαι αὐτὸν ἐπὶ τούτῳ δεινὸν ᾠήθη περιιδεῖν τὸν νεανίαν ὑπαχθέντα ἐς δίκην καὶ λῷστε’, ἔφητί πεφροντικὼς περίει καὶ μεστὸς ἐννοίας’; ‘ἀγὼνεἶπενἐπήγγελταί μοι δημόσιος, ἐπειδὴ πρὸς ναυκληρίαις εἰμὶ καὶ τὰ κοινὰ οὐ πράττω.’ ‘πατὴρ δέ σοι ναύκληρος ἐγένετο πάππος;’ ‘ἄπαγε’, εἶπεγυμνασίαρχοι τε καὶ ἔφοροι καὶ πατρονόμοι πάντες, Καλλικρατίδας δὲ πρόγονος καὶ τῶν ναυαρχησάντων ἐγένετο.’ ‘μῶνἔφητὸν ἐν Ἀργινούσαις λέγεις’; ‘ἐκεῖνονεἶπετὸν ἐν τῇ ναυαρχίᾳ ἀποθανόντα’. ‘εἶτ᾽ οὐ διέβαλέ σοιεἶπετὴν θάλατταν τελευτὴ τοῦ προγόνου’; ‘μὰ Δί᾽,’ εἶπενοὐ γὰρ ναυμαχήσων γε πλέω.’ ‘ἀλλ᾽ ἐμπόρων τε καὶ ναυκλήρων κακοδαιμονέστερόν τι ἐρεῖς ἔθνος; πρῶτον μὲν περινοστοῦσι, ζητοῦσι ἀγορὰν κακῶς πράττουσαν, εἶτα προξένοις καὶ καπήλοις ἀναμιχθέντες πωλοῦσί τε καὶ πωλοῦνται καὶ τόκοις [p. 151] ἀνοσίοις τὰς αὑτῶν κεφαλὰς ὑποτιθέντες ἐς τὸ ἀρχαῖον σπεύδουσι, κἂν μὲν εὖ πράττωσιν, εὐπλοεῖ ναῦς καὶ πολὺν ποιοῦνται λόγον τοῦ μήτε ἑκόντες ἀνατρέψαι μήτε ἄκοντες, εἰ δὲ ἐμπορία πρὸς τὰ χρέα μὴ ἀναφέροιτο, μεταβάντες ἐς τὰ ἐφόλκια προσαράττουσι τὰς ναῦς καὶ τὸν ἑτέρων ναῦται βίον θεοῦ ἀνάγκην εἰπόντες ἀθεώτατα καὶ οὐδὲ ἄκοντες αὐτοὶ ἀφείλοντο. εἰ δὲ καὶ μὴ τοιοῦτον ἦν τὸ θαλαττουργόν τε καὶ ναυτικὸν ἔθνος, ἀλλὰ τό γε Σπαρτιάτην ὄντα καὶ πατέρων γεγονότα, οἳ μέσην ποτὲ τὴν Σπάρτην ᾤκησαν, ἐν κοίλῃ νηὶ κεῖσθαι λήθην μὲν ἴσχοντα Αυκούργου τε καὶ Ἰφίτου, φόρτου δὲ μνήμονα καὶ ναυτικῆς ἀκριβολογίας, τίνος αἰσχύνης ἄπεστιν; εἰ γὰρ καὶ μηδὲν ἄλλο, τὴν γοῦν Σπάρτην αὐτὴν ἔδει ἐνθυμεῖσθαι, ὡς, ὁπότε μὲν τῆς γῆς εἴχετο, οὐρανομήκη δόξασαν, ἐπεὶ δὲ θαλάττης ἐπεθύμησε, βυθισθεῖσάν τε καὶ ἀφανισθεῖσαν οὐκ ἐν τῇ θαλάττῃ μόνοι, ἀλλὰ καὶ ἐν τῇ γῇ.’ τούτοις τὸν νεανίαν οὕτω τι ἐχειρώσατο τοῖς λόγοις, ὡς νεύσαντα αὐτὸν ἐς τὴν γῆν κλαίειν, ἐπεὶ τοσοῦτον ἤκουσεν ἀπολελεῖφθαι τῶν πατέρων, ἀποδόσθαι τε τὰς ναῦς, ἐν αἷς ἔζη. καθεστῶτα δὲ αὐτὸν ἰδὼν Ἀπολλώνιος καὶ τὴν γῆν ἀσπαζόμενον κατήγαγε παρὰ τοὺς ἐφόρους καὶ παρῃτήσατο τῆς δίκης.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: