Click on a word to bring up parses, dictionary entries, and frequency statistics
αἱ δὲ ἐν Ὀλυμπίᾳ διαλέξεις τῷ Ἀπολλωνίῳ περὶ τῶν χρησιμωτάτων ἐγίγνοντο, περὶ σοφίας τε καὶ ἀνδρείας καὶ σωφροσύνης καὶ καθάπαξ, ὁπόσαι ἀρεταί εἰσι, περὶ τούτων ἀπὸ τῆς κρηπῖδος τοῦ νεὼ διελέγετο πάντας ἐκπλήττων οὐ ταῖς διανοίαις μόνον, ἀλλὰ καὶ ταῖς ἰδέαις τοῦ λόγου. περιστάντες δὲ αὐτὸν οἱ Λακεδαιμόνιοι ξένον τε παρὰ τῷ Διὶ ἐποιοῦντο καὶ τῶν οἴκοι νέων πατέρα βίου τε νομοθέτην καὶ γερόντων γέρας. ἐρομένου δὲ Κορινθίου τινὸς κατὰ ἀχθηδόνα, εἰ καὶ θεοφάνια αὐτῷ ἄξουσι, ‘ναὶ τὼ Σιώ,’ ἔφη, ‘ἕτοιμά γε’. ὁ δὲ Ἀπολλώνιος ἀπήγαγεν αὐτοὺς τῶν τοιούτων, ὡς μὴ φθονοῖτο. ἐπεὶ δὲ ὑπερβὰς τὸ Ταύγετον εἶδεν ἐνεργὸν Λακεδαίμονα καὶ τὰ τοῦ Λυκούργου πάτρια εὖ πράττοντα, οὐκ ἀηδὲς ἐνόμισε τὸ καὶ τοῖς τέλεσι τῶν Λακεδαιμονίων ξυγγενέσθαι περὶ ὧν ἐρωτᾶν ἐβούλοντο. [p. 150] ἤροντο οὖν ἀφικόμενον, πῶς θεοὶ θεραπευτέοι, ὁ δὲ εἶπεν ‘ὡς δεσπόται’. πάλιν ἤροντο, πῶς ἥρωες: ‘ὡς πατέρες.’ τρίτον δὲ ἐρομένων, πῶς δὲ ἄνθρωποι ‘οὐ Λακωνικὸν’ ἔφη ‘τὸ ἐρώτημα’. ἤροντο καὶ ὅ τι ἡγοῖτο τοὺς παρ᾽ αὐτοῖς νόμους, ὁ δὲ εἶπεν ‘ἀρίστους διδασκάλους, οἱ διδάσκαλοι δὲ εὐδοκιμήσουσιν, ἢν οἱ μαθηταὶ μὴ ῥᾳθυμῶσιν.’ ἐρομένων δ᾽ αὐτῶν, τί περὶ ἀνδρείας ξυμβουλεύοι, ‘καὶ τί’ ἔφη ‘τῇ ἀνδρείᾳ χρήσεσθε;’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.