previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τὰς δὲ ἄλλας διαλέξεις περὶ τὰ ἄλση τὰ ἐν τοῖς ξυστοῖς δρόμοις ἐποιεῖτο, διαλεγομένου δέ ποτε περὶ κοινωνίας καὶ διδάσκοντος, ὅτι χρὴ τρέφειν τε ἀλλήλους καὶ ὑπ᾽ ἀλλήλων τρέφεσθαι, στρουθοὶ μὲν ἐκάθηντο ἐπὶ τῶν δένδρων σιωπῶντες, εἷς δὲ αὐτῶν προσπετόμενος ἐβόα, παρακελεύεσθαί τι δοκῶν τοῖς ἄλλοις, οἱ δέ, ὡς ἤκουσαν, αὐτοί τε ἀνέκραγον καὶ ἀρθέντες ἐπέτοντο ὑπὸ τῷ ἑνί. μὲν δὴ Ἀπολλώνιος εἴχετο τοῦ λόγου γιγνώσκων μέν, ἐφ᾽ τι οἱ στρουθοὶ πέτοιντο, πρὸς δὲ τοὺς πολλοὺς οὐχ ἑρμηνεύων αὐτό, ἐπεὶ δὲ ἀνέβλεψαν ἐς αὐτοὺς πάντες καὶ ἀνοήτως ἔνιοι τερατῶδες αὐτὸ ἐνόμισαν, παραλλάξας Ἀπολλώνιος τοῦ λόγουπαῖςεἶπενὤλισθεν ἀπάγων πυροὺς ἐν σκάφῃ καὶ κακῶς αὐτοὺς ξυλλεξάμενος αὐτὸς μὲν ἀπελήλυθε, πολλοὺς δ᾽ ἐσκεδασμένους ἀπολέλοιπεν ἐν στενωπῷ τῷ δεῖνι, δὲ στρουθὸς παρατυχὼν οὗτος πρόξενος τοῖς ἄλλοις ἥκει τοῦ ἑρμαίου καὶ ποιεῖται αὐτοὺς ξυσσίτους.’ οἱ μὲν δὴ πλεῖστοι τῶν ἀκροωμένων δρόμῳ ἐπὶ τοῦτο ᾤχοντο, δὲ Ἀπολλώνιος πρὸς τοὺς παρόντας διῄει τὸν λόγον, ὃν περὶ τῆς κοινωνίας προὔθετο, καὶ ἐπειδὴ ἀφίκοντο βοῶντές τε καὶ μεστοὶ θαύματοςοἱ μὲν στρουθοὶεἶπενὁρᾶτε, ὡς ἐπιμελοῦνταί τε ἀλλήλων καὶ κοινωνίᾳ χαίρουσιν, ἡμεῖς δὲ οὐκ ἀξιοῦμεν, ἀλλὰ κἂν κοινωνοῦντα ἑτέροις ἴδωμεν, ἐκεῖνον μὲν ἀσωτίαν καὶ τρυφὴν καὶ τὰ τοιαῦτα ἡγούμεθα, τοὺς δὲ ὑπ᾽ αὐτοῦ τρεφομένους παρασίτους τε καὶ κόλακας φαμέν. καὶ τί λοιπὸν ἀλλ᾽ ξυγκλείσαντας αὑτούς, ὥσπερ τοὺς σιτευομένους τῶν ὀρνίθων, ἐν σκότῳ γαστρίζεσθαι, μέχρις ἂν διαρραγῶμεν παχυνόμενοι;’ [p. 127]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: