previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


διωρθοῦτο δὲ κἀκεῖνο Ἀθήνησιν: οἱ Ἀθηναῖοι ξυνιόντες ἐς θέατρον τὸ ὑπὸ τῇ ἀκροπόλει προσεῖχον σφαγαῖς ἀνθρώπων καὶ ἐσπουδάζετο ταῦτα ἐκεῖ μᾶλλον ἐν Κορίνθῳ νῦν, χρημάτων τε μεγάλων ἐωνημένοι ἤγοντο μοιχοὶ καὶ πόρνοι καὶ τοιχωρύχοι καὶ βαλαντιοτόμοι καὶ ἀνδραποδισταὶ καὶ τὰ τοιαῦτα ἔθνη, οἱ δ᾽ ὥπλιζον αὐτοὺς καὶ ἐκέλευον ξυμπίπτειν. ἐλάβετο δὲ καὶ τούτων Ἀπολλώνιος καὶ καλούντων αὐτὸν ἐς ἐκκλησίαν Ἀθηναίων οὐκ ἂν ἔφη παρελθεῖν ἐς χωρίον ἀκάθαρτον καὶ λύθρου μεστόν. ἔλεγε [p. 142] δὲ ταῦτα ἐν ἐπιστολῇ. καὶ θαυμάζειν ἔλεγενὅπως θεὸς οὐ καὶ τὴν ἀκρόπολιν ἤδη ἐκλείπει τοιοῦτον αἷμα ὑμῶν ἐκχεόντων αὐτῇ. δοκεῖτε γάρ μοι προιόντες, ἐπειδὰν τὰ Παναθήναια πέμπητε, μηδὲ βοῦς ἔτι, ἀλλ᾽ ἑκατόμβας ἀνθρώπων καταθύσειν τῇ θεῷ. σὺ δέ, Διόνυσε, μετὰ τοιοῦτον αἷμα ἐς τὸ θέατρον φοιτᾷς; κἀκεῖ σοι σπένδουσιν οἱ σοφοὶ Ἀθηναῖοι; μετάστηθι καὶ σύ, Διόνυσε: Κιθαιρὼν καθαρώτερος.’ τοιάδε εὗρον τὰ σπουδαιότατα τῶν φιλοσοφηθέντων Ἀθήνησιν αὐτῷ τότε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: