Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὁ δὲ Ἀπολλώνιος ‘ἀφίξομαι’ εἶπε ‘δοίητε δέ, ὦ Μοῦσαι, καὶ ἐρασθῆναι ἀλλήλων.’ Τὴν μὲν δὴ διάλεξιν τὴν πρώτην ἀπὸ τῆς κρηπῖδος τοῦ νεὼ πρὸς τοὺς Ἐφεσίους διελέχθη, οὐχ ὥσπερ οἱ Σωκρατικοί, ἀλλὰ τῶν μὲν ἄλλων ἀπάγων τε καὶ ἀποσπουδάζων, φιλοσοφίᾳ δὲ μόνῃ ξυμβουλεύων προσέχειν καὶ σπουδῆς ἐμπιπλάναι τὴν Ἔφεσον μᾶλλον ἢ ῥᾳθυμίας τε καὶ ἀγερωχίας, ὁπόσην εὗρεν: ὀρχηστῶν γὰρ ἡττημένοι καὶ πρὸς πυρρίχαις αὐτοὶ ὄντες αὐλῶν μὲν πάντα μεστὰ ἦν, μεστὰ δὲ ἀνδρογύνων, μεστὰ δὲ κτύπων: ὁ δὲ καίτοι μεταθεμένων [p. 126] τῶν Ἐφεσίων πρὸς αὐτὸν οὐκ ἠξίου περιορᾶν ταῦτα, ἀλλ᾽ ἐξῄρει αὐτὰ καὶ διέβαλλε τοῖς πολλοῖς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.