previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


μὲν δὴ Ἀντισθένης ἄκων ἀπῆλθεν, ἐπεὶ δὲ ἡμέρα ἐγένετο καὶ τὸ πνεῦμα ἐκ τῆς γῆς ἐπεδίδου περί τε ἀναγωγὴν ναῦς εἶχεν, ἐπέρρεον αὐτῇ σμικρᾷ οὔσῃ πλείους ἕτεροι βουλόμενοι τῷ Ἀπολλωνίῳ ξυμπλεῖν, καὶ γὰρ μετόπωρον ἤδη ἐτύγχανε καὶ θάλαττα ἧττον βεβαία. πάντες οὖν καὶ χειμῶνος καὶ πυρὸς καὶ τῶν χαλεπωτάτων κρείττω τὸν ἄνδρα ἡγούμενοι ξυνεμβαίνειν ἤθελον καὶ ἐδέοντο προσδοῦναί σφισι τῆς κοινωνίας τοῦ πλοῦ. ἐπεὶ δὲ τὸ [p. 133] πλήρωμα πολλαπλάσιον ἦν τῆς νεώς, ναῦν μειζω ἑτέραν ἐπισκεψάμενος, πολλαὶ δὲ περὶ τὸ Αἰάντειον ἦσανἐνταῦθαἔφηἐμβαίνωμεν, καλὸν γὰρ τὸ μετὰ πλειόνων σώζεσθαι.’ περιβαλὼν οὖν τὸ Τρωικὸν ἀκρωτήριον, ἐκέλευσε τὸν κυβερνήτην κατασχεῖν ἐς τὴν Αἰολέων, ἀντιπέρας Λέσβου κεῖται, πρὸς Μήθυμνάν τε μᾶλλον τετραμμένον ποιεῖσθαι τὸν ὅρμον. ‘ἐνταῦθα γάρ που τὸν Παλαμήδην φησὶν Ἀχιλλεὺς κεῖσθαι, οὗ καὶ ἄγαλμα αὐτοῦ εἶναι πηχυαῖον, ἐν πρεσβυτέρῳ, ὡς Παλαμήδης, τῷ εἴδει.’ καὶ ἅμα ἐξιὼν τῆς νεὼςἐπιμεληθῶμεν’, εἶπεν ἄνδρες Ἕλληνες, ἀγαθοῦ ἀνδρός, δι᾽ ὃν σοφία πᾶσα, καὶ γὰρ ἂν καὶ τῶν γε Ἀχαιῶν βελτίους γενοίμεθα, τιμῶντες δι᾽ ἀρετήν, ὃν ἐκεῖνοι δίκῃ οὐδεμιᾷ ἀπέκτειναν.’ οἱ μὲν δὴ ἐξεπήδων τῆς νεώς, δὲ ἐνέτυχε τῷ τάφῳ καὶ τὸ ἄγαλμα κατορωρυγμένον πρὸς αὐτῷ εὗρεν. ἐπεγέγραπτο δὲ τῇ βάσει τοῦ ἀγάλματος ΘΕΙΩΙ ΠΑΛΑΜΗΔΕΙ. καθιδρύσας οὖν αὐτό, ὡς κἀγὼ εἶδον, καὶ ἱερὸν περὶ αὐτὸ βαλόμενος, ὅσον οἱ τὴν Ἐνοδίαν τιμῶντες, ἔστι γὰρ ὡς δέκα ξυμπότας ἐν αὐτῷ εὐωχεῖσθαι, τοιάνδε εὐχὴν ηὔξατο: ‘Παλάμηδες, ἐκλάθου τῆς μήνιδος, ἣν ἐν τοῖς Ἀχαιοῖς ποτε ἐμήνισας, καὶ δίδου γίγνεσθαι πολλούς τε καὶ σοφοὺς ἄνδρας. ναὶ Παλάμηδες, δι᾽ ὃν λόγοι, δι᾽ ὃν Μοῦσαι, δι᾽ ὃν ἐγώ.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: