previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τοιαίδε μὲν αἱ πρὸς τοὺς σοφοὺς ξυνουσίαι Ἀπολλωνίῳ ἐγένοντο μηνῶν τεττάρων ἐκεῖ διατρίψαντι καὶ ξυλλαβόντι λόγους φανερούς τε καὶ ἀπορρήτους πάντας, ἐπεὶ δὲ ἐξελαύνειν ἐβούλετο, τὸν μὲν ἡγεμόνα καὶ τὰς καμήλους πείθουσιν αὐτὸν ἀποπέμψαι τῷ Φραώτῃ μετ᾽ ἐπιστολῆς, αὐτοὶ δὲ ἡγεμόνα ἕτερον καὶ καμήλους δόντες προέπεμπον αὐτὸν εὐδαιμονίζοντες αὑτούς τε κἀκεῖνον. ἀσπασάμενοι δὲ τὸν Ἀπολλώνιον καὶ θεὸν τοῖς πολλοῖς εἶναι δόξειν οὐ τεθνεῶτα μόνον, ἀλλὰ καὶ ζῶντα φήσαντες αὐτοὶ μὲν ὑπέστρεψαν ἐς τὸ φροντιστήριον ἐπιστρεφόμενοι πρὸς τὸν ἄνδρα καὶ δηλοῦντες, ὅτι ἄκοντες αὐτοῦ ἀπαλλάττονται, δὲ Ἀπολλώνιος ἐν δεξιᾷ μὲν τὸν Γάγγην ἔχων, ἐν ἀριστερᾷ δὲ τὸν Ὕφασιν κατῄει ἐπὶ τὴν θάλατταν ἡμερῶν δέκα ὁδὸν ἀπὸ τοῦ ἱεροῦ ὄχθου. κατιοῦσι δ᾽ αὐτοῖς πολλαὶ μὲν στρουθοὶ ἐφαίνοντο, πολλοὶ δὲ ἄγριοι βόες, πολλοὶ δὲ ὄνοι καὶ λέοντες καὶ παρδάλεις καὶ τίγρεις καὶ πιθήκων γένος ἕτερον παρὰ τοὺς ἐν ταῖς πεπερίσι, μέλανές τε γὰρ καὶ λάσιοι ἦσαν καὶ τὰ εἴδη κύνειοι καὶ σμικροῖς ἀνθρώποις ἴσοι. διαλεγόμενοι δὲ περὶ τῶν ὁρωμένων, ὁποῖα εἰώθεσαν, ἀφίκοντο ἐπὶ τὴν θάλατταν, ἐν κατεσκεύαστο ἐμπόρια μικρά, καὶ πλοῖα δὲ ἐν αὐτοῖς ὥρμει πορθμεῖα παραπλήσια τοῖς Τυρρηνοῖς. τὴν δὲ θάλατταν τὴν Ἐρυθρὰν εἶναι μὲν κυανωτάτην, ὠνομάσθαι δέ, ὡς εἶπον, ἀπὸ Ἐρύθρα βασιλέως, ὃς ἐπωνόμασεν ἑαυτὸν ἐκείνῳ τῷ πελάγει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: