Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ τὸν φοίνικα δὲ τὸν ὄρνιν τὸν διὰ πεντακοσίων ἐτῶν ἐς Αἴγυπτον ἥκοντα πέτεσθαι μὲν ἐν τῇ Ἰνδικῇ τὸν χρόνον τοῦτον, εἶναι δὲ ἕνα ἐκδιδόμενον τῶν ἀκτίνων καὶ χρυσῷ λάμποντα, μέγεθος ἀετοῦ καὶ εἶδος, ἐς καλιάν τε ἱζάνειν τὴν ἐκ τοῦ ἀρώματος ποιουμένην αὐτῷ πρὸς ταῖς τοῦ Νείλου πηγαῖς. ἃ δὲ Αἰγύπτιοι περὶ αὐτοῦ ᾄδουσιν, ὡς ἐς Αἴγυπτον φέρεται, καὶ Ἰνδοὶ ξυμμαρτυροῦσι [p. 121] προσᾴδοντες τῷ λόγῳ τὸ τὸν φοίνικα τὸν ἐν τῇ καλιᾷ τηκόμενον προπεμπτηρίους ὕμνους αὑτῷ ᾄδειν. τουτὶ δὲ καὶ τοὺς κύκνους φασὶ δρᾶν οἱ σοφώτερον αὐτῶν ἀκούοντες.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.