Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ χαριεντιζόμενος ἅμα πρὸς τὸν Δάμιν ‘σὺ δ᾽ οὐδὲν’ ἔφη ‘προγιγνώσκεις, Ἀσσύριε, καὶ ταῦτα ξυνὼν ἀνδρὶ τοιούτῳ;’ ‘νὴ Δί᾽,’ εἶπε ‘τά γε ἐμαυτῷ ἀναγκαῖα: ἐπειδὴ γὰρ πρώτῳ ἐνέτυχον τῷ Ἀπολλωνίῳ τούτῳ καὶ σοφίας μοι ἔδοξε πλέως δεινότητός τε καὶ σωφροσύνης καὶ τοῦ καρτερεῖν ὀρθῶς, ἐπεὶ δὲ καὶ μνημοσύνην ἐν αὐτῷ εἶδον, πολυμαθέστατόν τε καὶ φιλομαθίας ἥττω, δαιμόνιόν τί μοι ἐγένετο, καὶ ξυγγενόμενος αὐτῷ σοφὸς μὲν ᾠήθην δόξειν ἐξ ἰδιώτου τε καὶ ἀσόφου, πεπαιδευμένος δὲ ἐκ βαρβάρου, ἑπόμενος δὲ αὐτῷ καὶ ξυσπουδάζων ὄψεσθαι μὲν Ἰνδούς, ὄψεσθαι δὲ ὑμᾶς, Ἕλλησί τε ἐπιμίξειν Ἕλλην ὑπ᾽ αὐτοῦ γενόμενος. τὰ μὲν δὴ ὑμέτερα περὶ μεγάλων ὄντα Δελφοὺς ἡγεῖσθε καὶ Δωδώνην καὶ ὅ τι βούλεσθε, τἀμὰ δέ, ἐπειδὴ [p. 118] Δάμις μὲν ὁ προγιγνώσκων αὐτά, προγιγνώσκει δ᾽ ὑπὲρ αὑτοῦ μόνου, γραὸς ἔστω ἀγυρτρίας μαντευομένης ὑπὲρ προβατίων καὶ τῶν τοιούτων.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.