previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τῆς μὲν οὖν διαλεκτικῆς ξυνουσίας ἄμφω μετεῖχον, τὰς δὲ ἀπορρήτους σπουδάς, αἷς ἀστρικὴν μαντείαν κατενόουν καὶ τὴν πρόγνωσιν ἐσπούδαζον θυσιῶν τε ἥπτοντο καὶ κλήσεων, αἷς θεοὶ χαίρουσι, μόνον φησὶν Δάμις τὸν Ἀπολλώνιον ξυμφιλοσοφεῖν τῷ Ἰάρχᾳ, καὶ ξυγγράψαι μὲν ἐκεῖθεν περὶ μαντείας ἀστέρων βίβλους τέτταρας, ὧν καὶ Μοιραγένης ἐπεμνήσθη, ξυγγράψαι δὲ περὶ θυσιῶν καὶ ὡς ἄν τις ἑκάστῳ θεῷ προσφόρως τε καὶ κεχαρισμένως θύοι. τὰ μὲν δὴ τῶν ἀστέρων καὶ τὴν τοιαύτην μαντικὴν πᾶσαν ὑπὲρ τὴν ἀνθρωπείαν ἡγοῦμαι φύσιν καὶ οὐδ᾽ εἰ κέκτηταί τις οἶδα, τὸ δὲ περὶ θυσιῶν ἐν πολλοῖς μὲν ἱεροῖς εὗρον, ἐν πολλαῖς δὲ πόλεσι, πολλοῖς δὲ ἀνδρῶν σοφῶν οἴκοις, καὶ τί ἄν τις ἑρμηνεύοι αὐτὸ σεμνῶς ξυντεταγμένον καὶ κατὰ τὴν ἠχὼ τοῦ ἀνδρός; φησὶ δὲ Δάμις καὶ δακτυλίους ἑπτὰ τὸν Ἰάρχαν τῷ Ἀπολλωνίῳ δοῦναι τῶν ἑπτὰ ἐπωνύμους ἀστέρων, οὓς φορεῖν τὸν Ἀπολλώνιον κατὰ ἕνα πρὸς τὰ ὀνόματα τῶν ἡμερῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: