Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἡ μὲν δὴ πρώτη παροινία τοῦ βασιλέως ἐνταῦθα ἔληξεν: ἀκούσας [p. 107] γὰρ ἐπαινεῖσθαι αὑτὸν ὑπὸ τοῦ Φραώτου τῆς τε ὑποψίας ἐπελάθετο καὶ ὑφεὶς τοῦ τόνου ‘χαῖρε,’ ἔφη ‘ἀγαθὲ ξένε.’ ὁ δὲ Ἀπολλώνιος ‘καὶ σύ, βασιλεῦ,’ εἶπεν ‘ἔοικας γὰρ νῦν ἥκοντι.’ τίς σε ἔφη ‘πρὸς ἡμᾶς ἤγαγεν;’ ‘οὗτοι’ εἶπεν ‘οἱ θεοί τε καὶ σοφοὶ ἄνδρες.’ ‘περὶ ἐμοῦ δέ,’ ἔφη ‘ὦ ξένε, τίς λόγος ἐν τοῖς Ἕλλησιν;’ ‘ὅσος γε’ εἶπε ‘καὶ περὶ Ἑλλήνων ἐνταῦθα.’ ‘οὐδὲν,’ ἔφη ‘τῶν παρ᾽ Ἕλλησιν ἔγωγε λόγου ἀξιῶ.’ ‘ἀπαγγελῶ ταῦτα,’ εἶπε ‘καὶ στεφανώσουσί σε ἐν Ὀλυμπίᾳ.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.