Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘καὶ πλείω διῄειν ἂν τοῦ ἀνδρός, εἰ μὴ ἐς ἔπαινον ὤκνουν ἑαυτοῦ καθίστασθαι, εἰμὶ γάρ σοι ἐκεῖνος, τουτὶ δὲ ἐδήλωσα γεγονὼς ἔτη τέτταρα: ἑπτὰ γάρ ποτε ἀδαμάντινα τοῦ Γάγγου τούτου ξίφη ἐς γῆν πήξαντος ὑπὲρ τοῦ μηδὲν δεῖμα ἐμπελάζειν τῇ χώρᾳ καὶ τῶν θεῶν θύειν μὲν κελευόντων ἥκοντας, οὗ πέπηγε ταῦτα, τὸ δὲ χωρίον οὐκ ἐξηγουμένων, ἐν ᾧ ἐπεπήγει, παῖς ἐγὼ κομιδῇ τυγχάνων ἤγαγον τοὺς ἐξηγητὰς ἐπὶ τάφρον καὶ ὀρύττειν προσέταξα ἐκεῖ φήσας κατατεθεῖσθαι αὐτά.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.