previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


προσιόντα δὲ τὸν Ἀπολλώνιον οἱ μὲν ἄλλοι σοφοὶ προσήγοντο ἀσπαζόμενοι ταῖς χερσίν, δὲ Ἰάρχας ἐκάθητο μὲν ἐπὶ δίφρου ὑψηλοῦχαλκοῦ δὲ μέλανος ἦν καὶ πεποίκιλτο χρυσοῖς ἀγάλμασιν, οἱ δὲ τῶν ἄλλων δίφροι χαλκοῖ μέν, ἄσημοι δὲ ἦσαν, ὑψηλοὶ δὲ ἧττον, ὑπεκάθηντο γὰρ τῷ Ἰάρχᾳτὸν δὲ Ἀπολλώνιον ἰδὼν φωνῇ τε ἠσπάσατο Ἑλλάδι καὶ τὰ τοῦ Ἰνδοῦ γράμματα ἀπῄτει. θαυμάσαντος δὲ τοῦ Ἀπολλωνίου τὴν πρόγνωσιν καὶ γράμμα γε ἓν ἔφη λείπειν τῇ ἐπιστολῇ, δέλτα εἰπών, παρῆλθε γὰρ αὐτὸν γράφοντα. καὶ ἐφάνη τοῦτο ὧδε ἔχον: ἀναγνοὺς δὲ τὴν ἐπιστολὴνπῶς,’ ἔφη Ἀπολλώνιε, περὶ ἡμῶν φρονεῖτε;’ ‘πῶςεἶπεν ὡς δηλοῖ τὸ ὑμῶν ἕνεκα ἥκειν με ὁδόν, ἣν μήπω τις τῶν ὅθεν περ ἐγὼ ἀνθρώπων;’ ‘τί δὲ ἡμᾶς πλέον οἴει σαυτοῦ γιγνώσκειν;’ ‘ἐγὼ μὲνεἶπεσοφώτερά τε ἡγοῦμαι τὰ ὑμέτερα καὶ πολλῷ θειότερα. εἰ δὲ μηδὲν πλέον ὧν οἶδα παρ᾽ ὑμῖν εὕροιμι, μεμαθηκὼς ἂν εἴην καὶ τὸ μηκέτ᾽ ἔχειν τι μάθοιμι.’ ὑπολαβὼν οὖν Ἰνδὸςοἱ μὲν ἄλλοιἔφητοὺς ἀφικνουμένους ἐρωτῶσι, ποταποί τε ἥκουσι καὶ ἐφ᾽ τι, ἡμῖν δὲ σοφίας ἐπίδειξιν πρώτην ἔχει τὸ μὴ ἀγνοῆσαι τὸν ἥκοντα. ἔλεγχε δὲ πρῶτον τοῦτο.’ καὶ εἰπὼν ταῦτα πατρόθεν τε διῄει τὸν Ἀπολλώνιον καὶ μητρόθεν καὶ τὰ ἐν Αἰγαῖς πάντα καὶ ὡς προσῆλθεν αὐτῷ Δάμις καὶ εἰ δή τι ἐσπούδασαν ὁδοιποροῦντες σπουδάζοντος ἑτέρου εἶδον, πάντα ταῦθ᾽ ὥσπερ κοινωνήσας αὐτοῖς τῆς ἀποδημίας Ἰνδὸς ἀπνευστί τε καὶ σαφῶς εἶρεν. ἐκπλαγέντος δὲ τοῦ Ἀπολλωνίου καὶ ὁπόθεν εἰδείη, ἐπερομένουκαὶ σὺ μέτοχοςἔφητῆς σοφίας ταύτης ἥκεις, ἀλλ᾽ οὔπω πάσης.’ ‘διδάξῃ οὖν μεἔφητὴν σοφίαν πᾶσαν;’ ‘καὶ ἀφθόνως [p. 96] γε,’ εἶπετουτὶ γὰρ σοφώτερον τοῦ βασκαίνειν τε καὶ κρύπτειν τὰ σπουδῆς ἄξια, καὶ ἄλλως, Ἀπολλώνιε, μεστόν σε ὁρῶ τῆς μνημοσύνης, ἣν ἡμεῖς μάλιστα θεῶν ἀγαπῶμεν.’ ‘ γὰρ καθεώρακας,’ εἶπενὅπως πέφυκα;’ ‘ἡμεῖς,’ ἔφη Ἀπολλώνιε, πάντα ὁρῶμεν τὰ τῆς ψυχῆς εἴδη ξυμβόλοις αὐτὰ μυρίοις ἐξιχνεύοντες. ἀλλ᾽ ἐπεὶ μεσημβρία πλησίον καὶ τὰ πρόσφορα τοῖς θεοῖς χρὴ παρασκευάσαι, νῦν μὲν ταῦτ᾽ ἐκπονῶμεν, μετὰ ταῦτα δέ, ὁπόσα βούλει, διαλεγώμεθα, παρατύγχανε δὲ πᾶσι τοῖς δρωμένοις.’ ‘νὴ Δί᾽,’ εἶπενἀδικοίην ἂν τὸν Καύκασον καὶ τὸν Ἰνδόν, οὓς ὑπερβὰς δι᾽ ὑμᾶς ἥκω, εἰ μὴ πάντων ἐμφοροίμην ὧν δρῴητε.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: