Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐντεῦθεν ἡμερῶν τεττάρων ὁδὸν πορευόμενοι δἰ εὐδαίμονος καὶ ἐνεργοῦ τῆς χώρας προσελθεῖν φασι τῇ τῶν σοφῶν τύρσει. τὸν δὲ ἡγεμόνα κελεύσαντα συνοκλάσαι τὴν κάμηλον ἀποπηδῆσαι αὐτῆς περιδεᾶ καὶ ἱδρῶτος πλέων. τὸν δὲ Ἀπολλώνιον ξυνεῖναι μὲν οὗ ἥκοι, γελάσαντα δὲ ἐπὶ τῷ τοῦ Ἰνδοῦ δέει ‘δοκεῖ μοι’ φάναι ‘οὗτος, εἰ καὶ κατέπλευσεν ἐς λιμένα μακρόν τι ἀναμετρήσας πέλαγος, ἀχθεσθῆναι ἂν τῇ γῇ καὶ δεῖσαι τὸ ἐν ὅρμῳ εἶναι.’ καὶ ἅμα εἰπὼν ταῦτα προσέταξε τῇ καμήλῳ συνιζῆσαι, καὶ γὰρ δὴ καὶ ἐθὰς λοιπὸν ἦν τῶν τοιούτων, περίφοβον δὲ ἄρα ἐποίει τὸν ἡγεμόνα τὸ πλησίον τῶν σοφῶν ἥκειν, Ἰνδοὶ γὰρ δεδίασι τούτους μᾶλλον ἢ τὸν σφῶν αὐτῶν βασιλέα, ὅτι καὶ βασιλεὺς αὐτός, [p. 91] ὑφ᾽ ᾧ ἐστιν ἡ χώρα, περὶ πάντων, ἃ λεκτέα τε αὐτῷ καὶ πρακτέα, ἐρωτᾷ τούσδε τοὺς ἄνδρας, ὥσπερ οἱ ἐς θεοῦ πέμποντες, οἱ δὲ σημαίνουσι μέν, ὅ τι λῷον, αὐτῷ πράττειν, ὅ τι δὲ μὴ λῷον, ἀπαγορεύουσί τε καὶ ἀποσημαίνουσι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.