previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


περὶ δὲ τοῦ Ὑφάσιδος καὶ ὁπόσος τὴν Ἰνδικὴν διαστείχει καὶ τι περὶ αὐτὸν θαῦμα, τάδε χρὴ γιγνώσκειν: αἱ πηγαὶ τοῦ ποταμοῦ τούτου βλύζουσι μὲν ἐκ πεδίου ναυσίποροι αὐτόθεν, προϊοῦσαι δὲ καὶ ναυσὶν ἤδη ἄποροί εἰσιν. ἀκρωνυχίαι γὰρ πετρῶν παραλλὰξ ὑπανίσχουσι τοῦ ὕδατος, περὶ ἃς ἀνάγκη τὸ ῥεῦμα ἑλίττεσθαι καὶ ποιεῖν τὸν ποταμὸν ἄπλουν. εὖρος δὲ αὐτῷ κατὰ τὸν Ἴστρον, ποταμῶν δὲ οὗτος δοκεῖ μέγιστος, ὁπόσοι δι᾽ Εὐρώπης ῥέουσι. δένδρα δέ οἱ προσόμοια φύει παρὰ τὰς ὄχθας, καί τι καὶ μύρον ἐκδίδοται τῶν δένδρων, ποιοῦνται Ἰνδοὶ γαμικὸν χρίσμα, καὶ εἰ μὴ τῷ μύρῳ τούτῳ ῥάνωσι τοὺς νυμφίους οἱ ξυνιόντες ἐς τὸν γάμον, [p. 85] ἀτελὴς δοκεῖ καὶ οὐκ ἐς χάριν τῇ Ἀφροδίτῃ ξυναρμοσθείς. ἀνεῖσθαι δὲ τῇ θεῷ ταύτῃ λέγουσιν αὐτό τε τὸ περὶ τῷ ποταμῷ νέμος καὶ τοὺς ἰχθῦς τοὺς ταώς, οὓς οὗτος μόνος ποταμῶν τρέφει, πεποίηνται δὲ αὐτοὺς ὁμωνύμους τοῦ ὄρνιθος, ἐπεὶ κυάνεοι μὲν αὐτοῖς οἱ λόφοι, στικταὶ δὲ αἱ φολίδες, χρυσᾶ δὲ τὰ οὐραῖα καί, ὁπότε βούλοιντο, ἀνακλώμενα. ἔστι δέ τι θηρίον ἐν τῷ ποταμῷ τούτῳ σκώληκι εἰκασμένον λευκῷ. τοῦτο οἱ τήκοντες ἔλαιον ποιοῦνται, πῦρ δὲ ἄρα τοῦ ἐλαίου τούτου ἐκδίδοται καὶ στέγει αὐτὸ πλὴν ὑελοῦ οὐδέν. ἁλίσκεται δὲ τῷ βασιλεῖ μόνῳ τὸ θηρίον τοῦτο πρὸς τειχῶν ἅλωσιν. ἐπειδὰν γὰρ θίγῃ τῶν ἐπάλξεων πιμελή, πῦρ ἐκκαλεῖται κρεῖττον σβεστηρίων, ὁπόσα ἀνθρώποις πρὸς τὰ πυρφόρα εὕρηται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: