previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐπεὶ δὲ τὰ τῆς δίκης ὧδε ἔσχε, προσελθὼν Ἀπολλώνιος τῷ Ἰνδῷτήμερονεἶπεν τρίτη τῶν ἡμερῶν, ἐν αἷς ἐποιοῦ με, βασιλεῦ, ξένον, τῆς δ᾽ ἐπιούσης ἕω χρὴ ἐξελαύνειν ἑπόμενον τῷ νόμῳ.’ ‘ἀλλ᾽ οὐδὲ νόμοςεἶπενἤδη διαλέγεταί σοι, καὶ γὰρ τῇ αὔριον μένειν ἔξεστιν, ἐπειδὴ μετὰ [p. 82] μεσημβρίαν ἀφίκου.’ ‘χαίρωἔφητῷ ξενίῳ, καὶ γάρ μοι δοκεῖς καὶ σοφίζεσθαι τὸν νόμον δι᾽ ἐμέ.’ ‘εἰ γὰρ καὶ λῦσαι αὐτὸν ἠδυνάμηνεἶπετό γε ὑπὲρ σοῦ. ἀλλ᾽ ἐκεῖνό μοι εἰπέ, Ἀπολλώνιε, αἱ κάμηλοι, ἐφ᾽ ὧν ὀχεῖσθαί σέ φασιν, οὐκ ἐκ Βαβυλῶνος ἄγουσιν ὑμᾶς;’ ‘ἐκεῖθενἔφηδόντος γε αὐτὰς Οὐαρδάνου.’ ‘ἔτ᾽ οὖν ὑμᾶς ἀπάγειν δυνήσονται, τοσαῦτα ἤδη στάδια ἐκ Βαβυλῶνος ἥκουσαι;’ ἐσιώπησε μὲν Ἀπολλώνιος, δὲ Δάμιςοὔπω συνίησιν,’ ἔφη βασιλεῦ, τῆς ἀποδημίας ἀνὴρ οὗτος, οὐδὲ τῶν ἐθνῶν, ἐν οἷς λοιπόν ἐσμεν, ἀλλ᾽ ὡς πανταχοῦ σέ τε καὶ Οὐαρδάνην ἕξων παιδιὰν ἡγεῖται τὸ ἐς Ἰνδοὺς παρελθεῖν. τό τοι τῶν καμήλων οὐ διομολογεῖται πρὸς σέ, ὃν ἔχει τρόπον: διάκεινται γὰρ οὕτω κακῶς, ὡς αὐταὶ μᾶλλον ὑφ᾽ ἡμῶν φέρεσθαι, καὶ δεῖ ἑτέρων. ἂν γὰρ ὀκλάσωσιν ἐν ἐρήμῳ που τῆς Ἰνδικῆς, ἡμεῖς μὲνἔφηκαθεδούμεθα τοὺς γῦπάς τε καὶ τοὺς λύκους ἀποσοβοῦντες τῶν καμήλων, ἡμῶν δὲ οὐδεὶς ἀποσοβήσει, προσαπολούμεθα γάρ.’ ὑπολαβὼν οὖν βασιλεὺςἐγὼἔφητοῦτο ἰάσομαι, ὑμῖν τε γὰρ ἑτέρας δώσωτεττάρων, οἶμαι, δεῖσθεκαὶ σατράπης δὲ ἐπὶ τοῦ Ἰνδοῦ πέμψει ἐς Βαβυλῶνα ἑτέρας τέτταρας. ἔστι δέ μοι ἀγέλη καμήλων ἐπὶ τῷ Ἰνδῷ, λευκαὶ πᾶσαι.’ ‘ἡγεμόνα δὲεἶπεν Δάμιςοὐκ ἄν, βασιλεῦ, δοίης;’ ‘καὶ κάμηλόν γεἔφητῷ ἡγεμόνι δώσω καὶ ἐφόδια, ἐπιστελῶ δὲ καὶ Ἰάρχᾳ τῷ πρεσβυτάτῳ τῶν σοφῶν, ἵν᾽ Ἀπολλώνιον μὲν ὡς μηδὲν κακίω ἑαυτοῦ δέξηται, ὑμᾶς δὲ ὡς φιλοσόφους τε καὶ ὀπαδοὺς ἀνδρὸς θείου.’ καὶ χρυσίον δὲ ἐδίδου Ἰνδὸς καὶ ψήφους καὶ ὀθόνας καὶ μυρία τοιαῦτα: δὲ Ἀπολλώνιοςχρυσίον μὲνἔφηἱκανὸν ἑαυτῷ εἶναι [p. 83] δόντος γε Οὐαρδάνου τῷ ἡγεμόνι ἀφανῶς αὐτό, τὰς δὲ ὀθόνας λαμβάνειν, ἐπειδὴ ἐοίκασι τρίβωνι τῶν ἀρχαίων τε καὶ πάνυ Ἀττικῶν.’ μίαν δέ τινα τῶν ψήφων ἀνελόμενος βελτίστηεἶπενὡς ἐς καιρόν σε καὶ οὐκ ἀθεεὶ εὕρηκαἰσχύν, οἶμαί, τινα ἐν αὐτῇ καθεωρακὼς ἀπόρρητόν τε καὶ θείαν. οἱ δὲ ἀμφὶ τὸν Δάμιν χρυσίον μὲν οὐδ᾽ αὐτοὶ προσίεντο, τῶν ψήφων δὲ ἱκανῶς ἐδράττοντο, ὡς θεοῖς ἀναθήσοντες, ὅτε ἐπανέλθοιεν ἐς τὰ ἑαυτῶν ἤθη.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: