Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ταῦτα διαλεχθέντες, καὶ γὰρ ἡμέρα ἤδη ἐτύγχανεν, ἐς τὸ ἔξω προῆλθον. καὶ ξυνεὶς ὁ Ἀπολλώνιος, ὡς χρηματίζειν δέοι τὸν βασιλέα πρεσβείαις τε καὶ τοῖς τοιούτοις ‘σὺ μέν,’ ἔφη ‘ὦ βασιλεῦ, τὰ προσήκοντα τῇ ἀρχῇ πρᾶττε, ἐμὲ δὲ τὸν καιρὸν τοῦτον ἄνες τῷ Ἡλίῳ, δεῖ γάρ με τὴν εἰθισμένην εὐχὴν εὔξασθαι.’ ‘καὶ ἀκούοι γε εὐχομένου,’ ἔφη ‘χαριεῖται γὰρ πᾶσιν, ὁπόσοι τῇ σοφίᾳ τῇ σῇ χαίρουσιν: ἐγὼ δὲ περιμενῶ σε ἐπανιόντα, καὶ γὰρ δικάσαι τινὰς χρὴ δίκας, αἷς παρατυχὼν τὰ μέγιστά με ὀνήσεις.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.