previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐλαύνοντες δὲ ἐπὶ τὸν Ἰνδὸν παιδὶ ἐντυγχάνουσι τρισκαίδεκά που ἔτη γεγονότι ἐπ᾽ ἐλέφαντος ὀχουμένῳ καὶ παίοντι τὸ θηρίον. ἐπεὶ δὲ ἐθαύμασαν ὁρῶντεςτί ἔργον,’ ἔφη Δάμι, ἀγαθοῦ ἱππέως;’ ‘τί δ᾽ ἄλλο γε,’ εἶπεν, ‘ ἱζήσαντα ἐπὶ τοῦ ἵππου ἄρχειν τε αὐτοῦ καὶ τῷ χαλινῷ στρέφειν καὶ κολάζειν ἀτακτοῦντα καὶ προορᾶν, ὡς μὴ ἐς βόθρον τάφρον χάσμα κατενεχθείη ἵππος, ὅτε γε δι᾽ ἕλους πηλοῦ χωροίη;’ ‘ἄλλο δὲ οὐδέν, Δάμι, ἀπαιτήσομενἔφητὸν ἀγαθὸν ἱππέα;’ ‘νὴ Δί᾽,’ εἶπετό τε ἀναπηδῶντι μὲν τῷ ἵππῳ πρὸς τὸ σιμὸν ἐφεῖναι τὸν χαλινόν, κατὰ πρανοῦς δὲ ἰόντι οἱ μὴ ξυγχωρεῖν, ἀλλ᾽ ἀνθέλκειν, καὶ τὸ καταψῆσαι δὲ τὰ ὦτα τὴν χαίτην, καὶ μὴ ἀεὶ μάστιξ σοφοῦ ἔμοιγε δοκεῖ ἱππέως, καὶ ἐπαινοίην ἂν τὸν ὧδε ὀχούμενον.’ ‘τῷ δὲ δὴ μαχίμῳ τε καὶ πολεμιστηρίῳ τίνων δεῖ;’ ‘τῶν γε αὐτῶν,’ ἔφη Ἀπολλώνιε, καὶ πρός γε [p. 52] τούτοις τοῦ βάλλειν τε καὶ φυλάττεσθαι, καὶ τὸ ἐπελάσαι δὲ καὶ τὸ ἀπελάσαι καὶ τὸ ἀνειλῆσαι πολεμίους καὶ μὴ ἐᾶν ἐκπλήττεσθαι τὸν ἵππον, ὅτε δουπήσειεν ἀσπὶς ἀστράψειαν αἱ κόρυθες παιανιζόντων τε καὶ ἀλαλαζόντων βοὴ γένοιτο, σοφίᾳ, οἶμαι, ἱππικῇ πρόσκειται.’ ‘τοῦτον οὖνἔφητὸν ἐπὶ τοῦ ἐλέφαντος ἱππέα τί φήσεις;’ ‘πολλῷἔφηθαυμασιώτερον, Ἀπολλώνιε, τὸ γὰρ θηρίῳ τηλικούτῳ ἐπιτετάχθαι τηλικόνδε ὄντα καὶ εὐθύνειν αὐτὸ καλαύροπι, ἣν ὁρᾷς αὐτὸν ἐμβαλόντα τῷ ἐλέφαντι, ὥσπερ ἄγκυραν, καὶ μήτε τὴν ὄψιν τοῦ θηρίου δεδιέναι μήτε τὸ ὕψος μήτε τὴν ῥώμην τοσαύτην οὖσαν, δαιμόνιον ἔμοιγε δοκεῖ, καὶ οὐδ᾽ ἂν ἐπίστευσα, μὰ τὴν Ἀθηνᾶν, εἰ ἑτέρου ἤκουσα.’ ‘τί οὖν,’ ἔφηεἰ ἀποδόσθαι τις ἡμῖν τὸν παῖδα βούλοιτο, ὠνήσῃ αὐτόν, Δάμι;’ ‘νὴ Δί᾽,’ εἶπετῶν γε ἐμαυτοῦ πάντων. τὸ γὰρ ὥσπερ ἀκρόπολιν κατειληφότα δεσπόζειν θηρίου μεγίστου ὧν γῆ βόσκει, ἐλευθέρας ἔμοιγε δοκεῖ φύσεως καὶ λαμπρᾶς εἶναι.’ ‘τί οὖν χρήσῃ τῷ παιδί,’ ἔφηεἰ μὴ καὶ τὸν ἐλέφαντα ὠνήσῃ;’ ‘τῇ τε οἰκίᾳἔφηἐπιστήσω τῇ ἐμαυτοῦ καὶ τοῖς οἰκέταις καὶ πολλῷ βέλτιον τούτων ἐγὼ ἄρξει.’ ‘σὺ δὲ οὐχ ἱκανὸςἔφητῶν σεαυτοῦ ἄρχειν;’ ‘ὅν γεεἶπεκαὶ σὺ τρόπον, Ἀπολλώνιε: καταλιπὼν γὰρ τἀμὰ περίειμι, ὥσπερ σύ, φιλομαθῶν καὶ περιφρονῶν τὰ ἐν τῇ ξένῃ.’ ‘εἰ δὲ δὴ πρίαιο τὸν παῖδα, καὶ ἵππω σοι γενοίσθην μὲν ἁμιλλητήριος, δὲ πολεμικός, ἀναθήσῃ αὐτόν, Δάμι, ἐπὶ τοὺς ἵππους;’ ‘ἐπὶ μὲν τὸν ἁμιλλητήριονεἶπενἴσως ἄν, ἐπειδὴ καὶ ἑτέρους ὁρῶ, τὸν δὲ μάχιμόν τε καὶ ὁπλιτεύοντα πῶς ἂν ἀναβαίνοι οὗτος; οὔτε γὰρ ἀσπίδα δύναιτ᾽ ἂν φέρειν, ἧς δεῖ τοῖς ἱππεύουσιν, [p. 53] οὔτ᾽ ἂν θώρακα κράνος, αἰχμὴν δὲ πῶς οὗτος, ὃς οὐδὲ ἄτρακτον βέλους τοξεύματος κραδαίνοι ἂν ψελλιζομένῳ ῾ἐς τὰ πολεμικἂ ἐοικὼς ἔτι;’ ‘ἕτερον οὖν τι,’ ἔφη Δάμι, ἐστίν, τὸν ἐλέφαντα τοῦτον ἡνιοχεῖ καὶ πέμπει, καὶ οὐχ ἡνίοχος οὗτος, ὃν σὺ μονονοὺ προσκυνεῖς ὑπὸ θαύματος.’ τοῦ δὲ εἰπόντοςτί ἂν εἴη τοῦτο, Ἀπολλώνιε; ὁρῶ γὰρ ἐπὶ τοῦ θηρίου πλὴν τοῦ παιδὸς οὐδὲν ἕτερον.’ ‘τὸ θηρίονἔφητοῦτο εὐπαίδευτόν τε παρὰ πάντα ἐστί, κἀπειδὰν ἅπαξ ἀναγκασθῇ ὑπὸ ἀνθρώπῳ ζῆν, ἀνέχεται τὰ ἐκ τοῦ ἀνθρώπου πάντα καὶ ὁμοήθειαν ἐπιτηδεύει τὴν πρὸς αὐτόν, χαίρει τε σιτούμενον ἀπὸ τῆς χειρός, ὥσπερ οἱ μικροὶ τῶν κυνῶν, προσιόντα τε τῇ προνομαίᾳ αἰκάλλει καὶ τὴν κεφαλὴν ἐς τὴν φάρυγγα ἐσωθοῦντα ἀνέχεται καὶ κέχηνεν ἐφ᾽ ὅσον τῷ ἀνθρώπῳ δοκεῖ, καθάπερ ἐν τοῖς νομάσιν ἑωρῶμεν. νύκτωρ δὲ λέγεται τὴν δουλείαν. ὀλοφύρεσθαι, μὰ Δί᾽, οὐ τετριγός, ὁποῖον εἴωθεν, ἀλλ᾽ οἰκτρόν τε καὶ ἐλεεινὸν ἀνακλᾶον, εἰ δὲ ἄνθρωπος ἐπισταίη ὀδυρομένῳ ταῦτα, ἴσχει τὸν θρῆνον ἐλέφας, ὥσπερ αἰδούμενος. αὐτὸς δὴ ἑαυτοῦ, Δάμι, ἄρχει καὶ πειθὼ αὐτὸν τῆς φύσεως ἄγει μᾶλλον ἐπικείμενός τε καὶ ἀπευθύνων.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: