previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


μὴ ἀπαξιῶσαι λαβεῖν, τι διδοίη, δὲ Ἀπολλώνιος ὥσπερ ξυλλαμβάνων αὐτῷ τοῦ λόγουπαραδειγμάτων δὲ,’ εἶπεν Δάμι, ἀμελήσεις; ἐν οἷς ἐστιν, ὡς Αἰσχίνης μὲν τοῦ Λυσανίου παρὰ Διονύσιον ἐς Σικελίαν ὑπὲρ χρημάτων ᾤχετο, Πλάτων δὲ τρὶς ἀναμετρῆσαι λέγεται τὴν Χάρυβδιν ὑπὲρ πλούτου Σικελικοῦ, Ἀρίστιππος δὲ Κυρηναῖος καὶ Ἑλίκων ἐκ Κυζίκου καὶ Φύτων, ὅτ᾽ ἔφευγεν, Ῥηγῖνος, οὕτω τι ἐς τοὺς Διονυσίου κατέδυσαν θησαυρούς, ὡς μόγις ἀνασχεῖν ἐκεῖθεν. καὶ μὴν καὶ τὸν Κνίδιόν φασιν Εὔδοξον, ἐς Αἴγυπτόν ποτε ἀφικόμενον ὑπὲρ χρημάτων τε ὁμολογεῖν ἥκειν καὶ διαλέγεσθαι τῷ βασιλεῖ ὑπὲρ τούτου, καὶ ἵνα μὴ πλείους διαβάλλω, Σπεύσιππον τὸν Ἀθηναῖον οὕτω τι ἐρασιχρήματον γενέσθαι φασίν, ὡς ἐπὶ τὸν Κασάνδρου γάμον ἐς Μακεδονίαν κωμάσαι ποιήματα ψυχρὰ ξυνθέντα, καὶ δημοσίᾳ ταῦθ᾽ ὑπὲρ χρημάτων ᾆσαι. ἐγὼ δὲ ἡγοῦμαι, Δάμι, τὸν ἄνδρα τὸν σοφὸν πλείω κινδυνεύειν οἱ πλέοντές τε καὶ ξὺν ὅπλοις μαχόμενοι, φθόνος γὰρ ἐπ᾽ αὐτὸν στείχει καὶ σιωπῶντα καὶ φθεγγόμενον καὶ ξυντείνοντα καὶ ἀνιέντα κἂν παρέλθῃ τι κἂν προσέλθῃ τῳ κἂν προσείπῃ κἂν μὴ προσείπῃ. δεῖ δὲ πεφράχθαι τὸν ἄνδρα γιγνώσκειν [p. 37] τε ὡς ἀργίας μὲν ἡττηθεὶς σοφὸς χολῆς ἔρωτος φιλοποσίας ἑτοιμότερόν τε τοῦ καιροῦ πράξας ἴσως ἂν καὶ ξυγγνώμην φέροντο, χρήμασι δὲ ὑποθεὶς ἑαυτὸν οὔτ᾽ ἂν ξυγγινώσκοιτο καὶ μισοῖτ᾽ ἄν, ὡς ὁμοῦ πάσας κακίας συνειληφώς: μὴ γὰρ ἂν ἡττηθῆναι χρημάτων αὐτόν, εἰ μὴ γαστρὸς ἥττητο καὶ ἀμπεχόνης καὶ οἴνου καὶ τοῦ ἐς ἑταίρας φέρεσθαι. σὺ δ᾽ ἴσως ἡγῇ τὸ ἐν Βαβυλῶνι ἁμαρτεῖν ἧττον εἶναι τοῦ Ἀθήνησιν Ὀλυμπίασιν Πυθοῖ, καὶ οὐκ ἐνθυμῇ ὅτι σοφῷ ἀνδρὶ Ἑλλὰς πάντα καὶ οὐδὲν ἔρημον βάρβαρον χωρίον οὔτε ἡγήσεται σοφὸς οὔτε νομιεῖ ζῶν γε ὑπὸ τοῖς τῆς ἀρετῆς ὀφθαλμοῖς, καὶ βλέπει μὲν ὀλίγους τῶν ἀνθρώπων, μυρίοις δ᾽ ὄμμασιν αὐτὸς ὁρᾶται. εἰ δὲ καὶ ἀθλητῇ ξυνῆσθα τούτων τινί, Δάμι, οἳ παλαίειν τε καὶ παγκρατιάζειν ἀσκοῦσιν, ἆρα ἂν ἠξίους αὐτόν, εἰ μὲν Ὀλύμπια ἀγωνίζοιτο καὶ ἐς Ἀρκαδίαν ἴοι, γενναῖόν τε καὶ ἀγαθὸν εἶναι, καὶ νὴ Δί᾽, εἰ Πύθια ἄγοιτο Νέμεα, ἐπιμελεῖσθαι τοῦ σώματος, ἐπειδὴ φανεροὶ οἱ ἀγῶνες καὶ τὰ στάδια ἐν σπουδαίῳ τῆς Ἑλλάδος, εἰ δὲ θύοι Φίλιππος Ὀλύμπια πόλεις ᾑρηκὼς τούτου παῖς Ἀλέξανδρος ἐπὶ ταῖς ἑαυτοῦ νίκαις ἀγῶνα ἄγοι, χεῖρον ἤδη παρασκευάζειν τὸ σῶμα καὶ μὴ φιλονίκως ἔχειν, ἐπειδὴ ἐν Ὀλύνθῳ ἀγωνιεῖται Μακεδονίᾳ Αἰγύπτῳ, ἀλλὰ μὴ ἐν Ἕλλησι καὶ σταδίοις τοῖς ἐκεῖ;’ ὑπὸ μὲν δὴ τῶν λόγων τούτων Δάμις οὕτω διατεθῆναί φησιν, ὡς ξυγκαλύψασθαί τε ἐφ᾽ οἷς αὐτὸς εἰρηκὼς ἔτυχε παραιτεῖσθαί τε τὸν Ἀπολλώνιον ξυγγνώμην αὐτῷ ἔχειν, εἰ μήπω κατανενοηκὼς αὐτὸν ἐς ξυμβουλίαν τε καὶ πειθὼ τοιαύτην ὥρμησεν. δὲ ἀναλαμβάνων αὐτὸνθάρρει,’ ἔφηοὐ γὰρ ἐπίπληξιν ποιούμενος, ἀλλὰ τοὐμὸν ὑπογράφων [p. 38] σοι ταῦτα εἶπον.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: