Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Κτησιφῶντα δὲ ὑπερβαλὼν καὶ παριὼν ἐς τὰ Βαβυλῶνος ὅρια φρουρὰ μὲν αὐτόθι ἦν ἐκ βασιλέως, ἣν οὐκ ἂν παρῆλθέ τις μὴ οὐκ ἐρωτηθεὶς ἑαυτόν τε καὶ πόλιν καὶ ἐφ᾽ ὅ τι ἥκοι. σατράπης δὲ τῇ φρουρᾷ ταύτῃ ἐπετέτακτο, βασιλέως τις, οἶμαι, ὀφθαλμός, ὁ γὰρ Μῆδος ἄρτι ἐς τὸ ἄρχειν ἥκων οὐ ξυνεχώρει ἑαυτῷ ἀδεῶς ζῆν, ἀλλὰ ὄντα τε καὶ οὐκ ὄντα δεδιὼς ἐς φόβους κατεπεπτώκει καὶ πτοίας. ἄγονται τοίνυν [p. 22] παρὰ τὸν σατράπην Ἀπολλώνιός τε καὶ οἱ ἀμφ᾽ αὐτόν, ὁ δὲ ἔτυχε μὲν σκηνὴν ἐφ᾽ ἁρμαμάξης πεποιημένος καὶ ἐξελαύνων ποι, ἰδὼν δὲ ἄνδρα αὐχμοῦ πλέων ἀνέκραγέ τε ὥσπερ τὰ δειλὰ τῶν γυναίων καὶ ξυνεκαλύψατο, μόγις τε ἀναβλέψας ἐς αὐτόν, ‘πόθεν ἡμῖν ἐπιπεμφθεὶς ἥκεις;’ οἷον δαίμονα ἠρώτα. ὁ δὲ ‘ὑπ᾽ ἐμαυτοῦ,’ ἔφη ‘εἴ πη καὶ ἄκοντες ἄνδρες γένοισθε.’ πάλιν ἤρετο, ὅστις ὢν ἐσφοιτᾷ τὴν βασιλέως χώραν, ὁ δὲ ‘ἐμὴ’ ἔφη ‘πᾶσα ἡ γῆ καὶ ἀνεῖταί μοι δι᾽ αὐτῆς πορεύεσθαι.’ τοῦ δὲ ‘βασανιῶ σε,’ εἰπόντος ‘εἰ μὴ λέγοις’, ‘εἰ γὰρ ταῖς σαυτοῦ χερσίν,’ εἶπεν ‘ὡς αὐτὸς βασανισθείης, θιγὼν ἀνδρός.’ ἐκπλαγεὶς δὲ αὐτὸν ὁ εὐνοῦχος, ἐπεὶ μηδὲ ἑρμηνέως ἑώρα δεόμενον, ἀλλ᾽ ὑπολαμβάνοντα τὴν φωνὴν ἀλύπως τε καὶ εὐκόλως ‘πρὸς θεῶν’ εἶπε ‘τίς εἶ;’ λιπαρῶν ἤδη καὶ μεταβαλὼν τοῦ τόνου. ὑπολαβὼν δὲ ὁ Ἀπολλώνιος ‘ἐπειδὴ μετρίως’ ἔφη ‘ταῦτα καὶ οὐκ ἀπανθρώπως ἤρου, ἄκουε, ὅς εἰμι: εἰμὶ μὲν ὁ Τυανεὺς Ἀπολλώνιος, ἡ δὲ ὁδὸς παρὰ τὸν Ἰνδῶν βασιλέα καθ᾽ ἱστορίαν τῶν ἐκεῖ, βουλοίμην δ᾽ ἂν καὶ τῷ σῷ βασιλεῖ ἐντυχεῖν: φασὶ γὰρ αὐτὸν οἱ ξυγγεγονότες οὐ τῶν φαύλων εἶναι, εἰ δὴ Οὐαρδάνης οὗτος, ὁ τὴν ἀρχὴν ἀπολωλυῖάν ποτ᾽ αὐτῷ νῦν ἀνακεκτημένος.’ ‘ἐκεῖνος,’ ἔφη ‘θεῖε Ἀπολλώνιε: πάλαι γάρ σε ἠκούομεν. σοφῷ δὲ ἀνδρὶ κἂν αὐτοῦ παραχωρήσειε τοῦ χρυσοῦ θρόνου καὶ πέμποι δ᾽ ἂν ὑμᾶς ἐς Ἰνδοὺς ἐπὶ καμήλου ἕκαστον. ἐγὼ δὲ καὶ ξένον ἐμαυτοῦ ποιοῦμαί σε καὶ δίδωμί σοι τούτων τῶν χρημάτων,’ ἅμα θησαυρὸν χρυσοῦ δείξας ‘ὁπόσα βούλει δράττεσθαι, καὶ μὴ ἐς ἅπαξ, ἀλλὰ δεκάκις.’ παραιτησαμένου δὲ αὐτοῦ τὰ χρήματα ‘σὺ δ᾽ ἀλλὰ οἴνου’ ἔφη ‘Βαβυλωνίου, [p. 23] προπίνει δὲ αὐτοῦ βασιλεὺς δέκα ἡμῖν σατράπαις, ἀμφορέα ἔχε, συῶν τε καὶ δορκάδων τεμάχη ὀπτὰ ἄλευρά τε καὶ ἄρτους καὶ ὅ τι ἐθέλεις. ἡ γὰρ μετὰ ταῦτα ὁδὸς ἐπὶ πολλὰ στάδια κῶμαί εἰσιν οὐ πάνυ εὔσιτοι.’ καὶ λαβόμενος ἑαυτοῦ ὁ εὐνοῦχος, ‘οἷον,’ ἔφη ‘ὦ θεοί, ἔπαθον: ἀκούων γὰρ τὸν ἄνδρα μήτ᾽ ἀπὸ ζῴων σιτεῖσθαι μήτε οἴνου πίνειν, παχέως αὐτὸν καὶ ἀμαθῶς ἑστιῶ.’ ‘ἀλλ᾽ ἔστι σοι’ ἔφη ‘καὶ λεπτῶς με ἑστιᾶν, ἢν ἄρτους τε δῷς καὶ τραγήματα.’ ‘δώσω’ ἔφη ‘ζυμίτας τε ἄρτους καὶ φοίνικος βαλάνους ἠλεκτρώδεις τε καὶ μεγάλας. δώσω καὶ λάχανα, ὁπόσα ὁ Τίγρις κηπεύει.’ ‘ἀλλ᾽ ἡδίω’ εἶπεν ὁ Ἀπολλώνιος ‘τὰ ἄγρια καὶ αὐτόματα λάχανα τῶν ἠναγκασμένων καὶ τεχνητῶν.’ ‘ἡδίω μέν,’ ἔφη ὁ σατράπης ‘ἡ χώρα δὲ ἡμῖν ἡ ἐπὶ Βαβυλῶνος ἀψινθίου πλήρης οὖσα ἀηδῆ αὐτὰ φύει καὶ πικρά.’ πλὴν ἀλλὰ τοῦ σατράπου γε ἀπεδέξατο, καὶ ἀπιὼν ἤδη ‘ὦ λῷστε,’ ἔφη ‘μὴ λῆγε μόνον καλῶς, ἀλλὰ καὶ ἄρχου’ νουθετῶν που αὐτὸν ἐπὶ τῷ ‘βασανιῶ σε,’ καὶ οἷς ἐν ἀρχῇ βαρβαρίζοντος ἤκουσε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.