previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


παριόντας δὲ αὐτοὺς ἐς τὴν μέσην τῶν ποταμῶν τελώνης ἐπιβεβλημένος τῷ Ζεύγματι πρὸς τὸ πινάκιον ἦγε καὶ ἠρώτα, τι ἀπάγοιεν, δὲ Ἀπολλώνιοςἀπάγωἔφησωφροσύνην δικαιοσύνην ἀρετὴν ἐγκράτειαν ἀνδρείαν ἄσκησιν,’ πολλὰ καὶ οὕτω θήλεα εἴρας ὀνόματα. δ᾽ ἤδη βλέπων τὸ ἑαυτοῦ κέρδοςἀπόγραψαι οὖνἔφητὰς δούλας’. δὲοὐκ ἔξεστιν,’ εἶπενοὐ γὰρ δούλας ἀπάγω ταύτας, ἀλλὰ δεσποίνας.’ τὴν δὲ τῶν ποταμῶν μέσην Τίγρις ἀποφαίνει καὶ Εὐφράτης ῥέοντες μὲν ἐξ Ἀρμενίας καὶ Ταύρου λήγοντος, περιβάλλοντες δὲ ἤπειρον, ἐν καὶ πόλεις μέν, τὸ δὲ πλεῖστον κῶμαι, ἔθνη τε Ἀρμένια καὶ Ἀράβια, ξυγκλέίσαντες οἱ ποταμοὶ ἔχουσιν, ὧν καὶ νομάδες οἱ πολλοὶ στείχουσιν, οὕτω τι νησιώτας ἑαυτοὺς νομίζοντες, ὡς ἐπὶ θάλαττάν τε [p. 21] καταβαίνειν φάσκειν, ὅτ᾽ ἐπὶ τοὺς ποταμοὺς βαδίζοιεν, ὅρον τε ποιεῖσθαι τῆς γῆς τὸν τῶν ποταμῶν κύκλον: ἀποτορνεύσαντες γὰρ τὴν προειρημένην ἤπειρον ἐπὶ τὴν αὐτὴν ἵενται θάλατταν. εἰσὶ δ᾽, οἵ φασιν ἐς ἕλος ἀφανίζεσθαι τὸ πολὺ τοῦ Εὐφράτου καὶ τελευτᾶν τὸν ποταμὸν τοῦτον ἐν τῇ γῇ. λόγου δ᾽ ἔνιοι θρασυτέρου ἐφάπτονται, φάσκοντες αὐτὸν ὑπὸ τῇ γῇ ῥέοντα ἐς Αἴγυπτον ἀναφαίνεσθαι καὶ Νείλῳ συγκεράννυσθαι. ἀκριβολογίας μὲν δὴ ἕνεκα καὶ τοῦ μηδὲν παραλελεῖφθαί μοι τῶν γεγραμμένων ὑπὸ τοῦ Δάμιδος ἐβουλόμην ἂν καὶ τὰ διὰ τῶν βαρβάρων τούτων ῾πορευομένοισ᾽ σπουδασθέντα εἰπεῖν, ξυνελαύνει δὲ ἡμᾶς λόγος ἐς τὰ μείζω τε καὶ θαυμασιώτερα, οὐ μὴν ὡς δυοῖν γε ἀμελῆσαι τούτοιν, τῆς τε ἀνδρείας, χρώμενος Ἀπολλώνιος διεπορεύθη βάρβαρα ἔθνη καὶ λῃστρικά, οὐδ᾽ ὑπὸ Ῥωμαίοις πω ὄντα, τῆς τε σοφίας, τὸν Ἀράβιον τρόπον ἐς ξύνεσιν τῆς τῶν ζῴων φωνῆς ἦλθεν. ἔμαθε δὲ τοῦτο διὰ τουτωνὶ τῶν Ἀραβίων πορευόμενος ἄριστα γιγνωσκόντων τε αὐτὸ καὶ πραττόντων. ἔστι γὰρ τῶν Ἀραβίων ἤδη κοινὸν καὶ τῶν ὀρνίθων ἀκούειν μαντευομένων, ὁπόσα οἱ χρησμοί, ξυμβάλλονται δὲ τῶν ἀλόγων σιτούμενοι τῶν δρακόντων οἱ μὲν καρδίαν φασίν, οἱ δὲ ἧπαρ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: