previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐπεὶ δὲ τεθνεῶτα τὸν πατέρα ἤκουσεν, ἔδραμεν ἐς τὰ Τύανα, κἀκεῖνον μὲν ταῖς ἑαυτοῦ χερσὶν ἔθαψε [p. 12] πρὸς τῷ τῆς μητρὸς σήματι, ἐτεθνήκει δὲ κἀκείνη οὐ πάλαι, τὴν δὲ οὐσίαν λαμπρὰν οὖσαν διέλαχε πρὸς τὸν ἀδελφὸν ἀκόλαστόν τε καὶ φιλοπότην ὄντα. καὶ τῷ μὲν τρίτον τε καὶ εἰκοστὸν ἦν ἔτος καὶ ἡλικία οἵα μὴ ἐπιτροπεύεσθαι, δ᾽ αὖ εἴκοσι γεγόνει καὶ οἱ νόμοι αὐτὸν ὑπεῖχον τοῖς ἐπιτρόποις. διατρίψας οὖν ἐν Αἰγαῖς πάλιν καὶ τὸ ἱερὸν Λύκειόν τε ἀποφήνας καὶ Ἀκαδημίαν, φιλοσοφίας γὰρ ἠχὼ πάσης ἐν αὐτῷ ἦν, ἐπανῆλθεν ἐς τὰ Τύανα ἀνὴρ ἤδη καὶ κύριος τῶν ἑαυτοῦ, εἰπόντος δὲ πρὸς αὐτόν τινος, ὡς σωφρονίσαι τὸν ἀδελφὸν προσήκοι αὐτῷ καὶ μεταβαλεῖν τοῦ τρόπου, ‘τουτὶ μὲν θρασὺἔφηδόξει, πρεσβύτερον γὰρ νέος πῶς ἂν σωφρονίζοιμι; ὡς δέ μοι δυνατόν, ἰάσομαι αὐτὸν τουτωνὶ τῶν παθῶν:’ δίδωσι δὴ αὐτῷ τὴν ἡμίσειαν τῆς ἑαυτοῦ μοίρας, τὸν μὲν πλειόνων δεῖσθαι φήσας, ἑαυτὸν δὲ ὀλίγων, ἐφιστὰς δὲ αὐτὸν καὶ σοφῶς ὑπαγόμενος ἐς τὸ σωφρονίζοντι πείθεσθαι μὲν πατὴρἔφημεθέστηκεν, ὃς ἐπαίδευέ τε ἡμᾶς καὶ ἐνουθέτει, λοιπὸς δὲ σὺ ἐμοὶ καὶ σοὶ δήπου ἐγώ: εἴτ᾽ οὖν ἐγώ τι ἁμαρτάνοιμι, σύμβουλος γίγνου καὶ ἰῶ τἀμά, εἴτ᾽ αὐτός τι ἁμαρτάνοις, ἀνέχου διδάσκοντος.’ κἀκεῖνον μέν, ὥσπερ οἱ καταψῶντες τοὺς δυσηνίους τε καὶ μὴ εὐαγώγους τῶν ἵππων, ἐς πειθὼ ἤγαγε καὶ μετερρύθμισε τῶν ἁμαρτημάτων πολλῶν ὄντων, καὶ γὰρ κύβων ἥττητο καὶ οἴνου καὶ ἐφ᾽ ἑταίρας ἐκώμαζεν ἐπαιρούσης αὐτὸν κόμης, ἣν καὶ βαφαῖς ἤσκει, σοβῶν τε καὶ ἄνω βαίνων. ἐπεὶ δὲ καὶ τὰ πρὸς τὸν ἀδελφὸν αὐτῷ εὖ εἶχεν, ἐπὶ τοὺς ἄλλους ἤδη συγγενεῖς ἐτράπετο καὶ τοὺς δεομένους σφῶν ἀνεκτήσατο τῇ λοιπῇ οὐσίᾳ μικρὰ ἑαυτῷ ὑπολιπόμενος, ὅτε δὴ τὸν μὲν Κλαζομένιον Ἀναξαγόραν ἀγέλαις τε καὶ [p. 13] μήλοις τὰ ἑαυτοῦ ἀνέντα προβάτοις ἔφη μᾶλλον ἀνθρώποις φιλοσοφῆσαι, τὸν δὲ Θηβαῖον Κράτητα καταποντώσαντα τὴν οὐσίαν οὔτε ἀνθρώποις γενέσθαι ἐπιτήδειον οὔτε προβάτοις. εὐδοκιμήσαντος δὲ τοῦ Πυθαγόρου ἐπὶ τῷ λόγῳ, ὃν ἔλεγε περὶ τοῦ μὴ δεῖν παρ᾽ ἄλλην ἰέναι γυναῖκα τὴν ἑαυτοῦ, τουτὶ μὲν ἑτέροις ἔφη ὑπὸ Πυθαγόρου προειρῆσθαι, αὐτὸς δὲ μήτ᾽ ἂν γῆμαι μήτ᾽ ἂν ἐς ὁμιλίαν ἀφικέσθαι ποτὲ ἀφροδισίων, ὑπερβαλλόμενος καὶ τὸ τοῦ Σοφοκλέους: μὲν γὰρ λυττῶντα ἔφη καὶ ἄγριον δεσπότην ἀποφυγεῖν ἐς γῆρας ἐλθών, δ᾽ ὑπ᾽ ἀρετῆς τε καὶ σωφροσύνης οὐδ᾽ ἐν μειρακίῳ ἡττήθη τούτου, ἀλλὰ καὶ νέος ὢν καὶ τὸ σῶμα ἐρρωμένος ἐκράτει τε καὶ λυττῶντος ἐδέσποζεν. ἀλλ᾽ ὅμως συκοφαντοῦσί τινες ἐπὶ ἀφροδισίοις αὐτόν, ὡς διαμαρτίᾳ ἐρωτικῇ χρησάμενον καὶ διὰ τοῦτο ἀπενιαυτίσαντα ἐς τὸ Σκυθῶν ἔθνος, ὃς οὔτε ἐφοίτησέ ποτε ἐς Σκύθας οὔτε ἐς ἐρωτικὰ πάθη ἀπηνέχθη: οὔκουν οὐδὲ Εὐφράτης ποτὲ ἐσυκοφάντησεν ἐπὶ ἀφροδισίοις τὸν ἄνδρα, καίτοι ψευδῆ γράμματα κατ᾽ αὐτοῦ ξυνθείς, ὡς ἐν τοῖς περὶ Εὐφράτου λόγοις δείξομεν, διεφέρετο δὲ πρὸς τὸν Ἀπολλώνιον, ἐπειδὴ πάνθ᾽ ὑπὲρ χρημάτων αὐτὸν πράττοντα ἐπέκοπτεν οὗτος καὶ ἀπῆγε τοῦ χρηματίζεσθαί τε καὶ τὴν σοφίαν καπηλεύειν. ἀλλὰ ταῦτα μὲν ἐς τοὺς αὐτῶν χρόνους ἀναβεβλήσθω μοι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: