This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τῶν δ᾽ ὡς λόγου μόνου συμπεραινομένων μὴ εἴη ἐπαύρασθαι, τῶν δὲ ὡς ἔργου ἐνδείξιος: σφαλερὴ γὰρ καὶ εὔπταιστος ἡ μετ᾽ ἀδολεσχίης ἰσχύρισις. διὸ καὶ καθόλου δεῖ ἔχεσθαι τῶν γινομένων, καὶ περὶ ταῦτα μὴ ἐλαχίστως γίνεσθαι, ἢν μέλλῃ ἕξειν ῥηϊδίην καὶ ἀναμάρτητον ἕξιν ἣν δὴ ἰητρικὴν προσαγορεύομεν. κάρτα γὰρ μεγάλην ὠφελίην περιποιήσει τοῖς γε νοσέουσι καὶ τοῖς τούτων δημιουργοῖς. μὴ ὀκνεῖν δὲ παρὰ [10] ἰδιωτέων ἱστορεῖν, ἤν τι δοκῇ συνοίσειν ἐς καιρὸν θεραπείης. οὕτω γὰρ δοκέω τὴν σύμπασαν τέχνην ἀναδειχθῆναι, διὰ τὸ ἐξ ἑκάστου τι τοῦ τέλους τηρηθῆναι καὶ ἐς ταὐτὸ συναλισθῆναι. προσέχειν οὖν δεῖ τῇ περιπτώσει τῇ ὡς ἐπὶ τὸ πολύ, καὶ μετ᾽ ὠφελίης καὶ ἠρεμαιότητος μᾶλλον [16] ἢ ἐπαγγελίης καὶ ἀπολογίης τῆς μετ᾽ ἀπρηξίης.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.