previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


10.

ὅτῳ ἂν οἴδημα γένηται παρὰ τὸ ἕλκος, ἀφλεγμάντου ἐόντος τοῦ ἕλκεος, χρόνῳ ὕστερον πύου ὑπόστασιν ἴσχει τὸ οἴδημα.

καὶ τι ἂν τῇ φλεγμασίῃ οἰδῆσαν μὴ καθιστῆται, τῶν ἄλλων καθισταμένων, ὅσα ἅμα ἤρξατο φλεγμαίνειν καὶ οἰδίσκεσθαι, καὶ τοῦτο κίνδυνος μηδ᾽ ἅμα ξυνιέναι.

ὅσα δὲ πιπτόντων ἄλλῳ τῳ τρόπῳ διακόπτεται καὶ φλᾶται, καὶ ἀνοιδίσκεται τὰ περιέχοντα τὸ ἕλκος,

καὶ, διαπυήσαντα, πῦον ἀπὸ τῶν οἰδημάτων ἀποχωρέει κατὰ τὸ ἕλκος, τῶν τοιούτων τι ἂν δοκέη δεῖσθαι καταπλάσιος, οὐ χρὴ αὐτὸ τὸ ἕλκος καταπλάσσειν, ἀλλὰ τὰ περιέχοντα, ὅκως τὸ πῦον ἀποχωρέῃ, καὶ τὰ σκληρυνόμενα λαπαχθῇ: ἐπειδὰν δὲ λαπαχθῇ, καὶ φλεγμασίη παύσηται, ἐπὶ τὰ ἀφεστηκότα σπόγγους ἐπιδέων προσιστάναι, ἀρχόμενος ἀπὸ τοῦ ὑγίεος ὀλίγον προσχωρέων: ἐπὶ δὲ τῷ σπόγγῳ ἄνωθεν φύλλα ἐπέστω συχνά.

τι δ᾽ ἂν μὴ δύνηται προστῆναι, σὰρξ ὑγρὴ ἐοῦσα αἰτίη ἐστίν: ταύτην ἐκβάλλειν.

ἢν ὑπὸ βαθείῃ σαρκὶ τὸ ἕλκος ἔῃ, κατ᾽ ἄμφω κἀκ τῆς ἐπιδέσιος κἀκ τοῦ προσπιέζοντος ὑποκιρσοῦται: τὸ δὴ τοιοῦτον ἤν τις τάμνῃ, πρὸς μήλην, ἢν ἐνδέχηται, εὔροον ἀπὸ τοῦ στόματος τὸ ἕλκος ἀνατάμνειν, ὅπη ἂν δοκέῃ καιρὸς εἶναι, καὶ οὕτως ἰητρείην προσφέρειν, ὁκοίης ἂν δοκέῃ προσδεῖσθαι.

ὡς δὲ τὰ πολλὰ ἐπὶ παντὶ ἕλκει, τι ἂν κοιλίην ἔχῃ πρὸς τὸ ἰθὺ, καταφανὲς ἰδεῖν, οἰδήματος μὴ προσεόντος: [ὅ τι δ᾽ ἂν κοιλίην ἔχῃ μὴ πρὸς τὸ ἰθὺ οἰδήματος προσεόντος,] ἢν μὲν ἔῃ ἐν αὐτῷ σηπεδὼν, σὰρξ ὑπέῃ μυδῶσα καὶ σαπρὴ, ἔσται

τοῦτο τὸ ἕλκος καὶ τὰ περιέχοντα τὸ ἕλκος ἰδεῖν μέλανα ὑποπέλια: καὶ τῶν ἐσθιομένων ἑλκέων, ὅπη ἂν φαγέδαινα ἐνέῃ, ἰσχυρότατά τε νέμηται καὶ ἐσθίῃ, ταύτῃ τοῦ ἕλκεος τὸ περιέχον χροιὴν ἕξει μέλαιναν ὑποπέλιον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Charles Darwin Adams, 1868)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: