previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


21.

τοῦ δὲ ἔξω τἀναντία καὶ τὰ σημεῖα καὶ αἱ στάσιες: καὶ τὸ γόνυ καὶ ποὺς ἔσω Ρ῾έπει βραχύ.

τοῖσι δὲ ἐν αὐξήσει ἐκ γενεῆς παθοῦσιν οὐχ ὁμοίως ξυναύξεται κατὰ τὸν αὐτὸν λόγον:

ἰσχίον ἀνωτέρω τινὶ, οὐχ ὁμοίως.

οἷσι δὲ πυκνὰ ἐκπίπτει ἐς τὸ ἔξω ἄνευ φλεγμονῆς, ὑγροτέρῳ τῷ σκέλει χρῶνται: ὥσπερ μέγας τῆς χειρὸς δάκτυλος: μάλιστα γὰρ οὗτος ἐκπίπτει φύσει: οἷς μὲν ἐκπίπτει μᾶλλον ἧσσον, καὶ οἷς μὲν ἐκπίπτει χαλεπώτερον Ρ῾ᾷον, καὶ οἷσιν ἐλπὶς θᾶσσον ἐμπεσεῖν, καὶ οἷσιν οὐκ, ἄκη τούτου, καὶ οἷσι πολλάκις ἐκπίπτει, ἴησις τούτου.

ἐκ γενεῆς δὲ, ἐπ᾽ αὐξήσει, ἐν νούσῳ, μάλιστα γὰρ ἐκ νούσου, ἔστι μὲν οὖν οἷσιν ἐπισφακελίζει τὸ ὀστέον, ἀτὰρ καὶ οἷσι μὴ, πάσχει μὲν πάντα, ἧσσον δὲ τὸ ἔσω, ἢν χρηστῶς ἐπιμεληθῶσιν, ὥστε, καὶ ὅλῳ βαίνοντας τῷ ποδὶ, διαῤΡ῾ίπτειν: διὰ μελέτης πλείστης, τοῖσι νηπιωτάτοισιν: ἐαθέντα κακοῦται, ἐπιμεληθέντα δὲ ὠφελέεται: τοῖσιν ὅλοισιν, ἧσσον δέ τι, μινύθουσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Charles Darwin Adams, 1868)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: