previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


72.

εἴρηται δὲ καὶ πρόσθεν ἤδη, ὅτι ἐπάξιον, ὅστις ἐν πόλει πολυανθρώπῳ ἰητρεύει, ξύλον κεκτῆσθαι τετράγωνον, ὡς ἑξάπηχυ ὀλίγῳ μέζον, εὖρος δὲ, ὡς δίπηχυ, πάχος δὲ, ἀρκέει σπιθαμιαῖον: ἔπειτα κατὰ μῆκος μὲν, ἔνθεν καὶ ἔνθεν ἐντομὴν ἔχειν χρὴ, ὡς μὴ ὑψηλοτέρη τοῦ καιροῦ μηχάνησις ἔῃ: ἔπειτα φλιὰς βραχείας, ἰσχυρὰς, καὶ ἰσχυρῶς ἐνηρμοσμένας, ὀνίσκον ἔχειν ἑκατέρωθεν: ἔπειτα ἀρκέει μὲν ἐν τῷ ἡμίσεϊ τοῦ ξύλου

῾οὐδὲν δὲ κωλύει καὶ διὰ παντὸς᾿ ἐντετμῆσθαι ὡς καπέτους μακρὰς πέντε ἓξ, διαλείπουσας ἀπ᾽ ἀλλήλων ὡς τέσσαρας δακτύλους, αὐτὰς δὲ ἀρκέει εὖρος τριδακτύλους εἶναι, καὶ βάθος οὕτως.

ἔχειν δὲ κατὰ μέσον τὸ ξύλον καὶ καταγλυφὴν χρὴ βαθυτέρην, ἐπὶ τετράγωνον, ὡς τριῶν δακτύλων, καὶ ἐς μὲν τὴν καταγλυφὴν ταύτην, ὅταν δοκέῃ προσδεῖν, ξύλον ἐμπηγνύναι ἐναρμόζον τῇ καταγλυφῇ, τὸ δὲ ἄνω στρογγύλον, ἐμπηγνύναι δὲ, ἐπήν ποτε δοκέῃ ξυμφέρειν, μεσηγὺ τοῦ περινέου καὶ τῆς κεφαλῆς τοῦ μηροῦ.

τοῦτο τὸ ξύλον ἑστεὸς κωλύει τὴν ἐπίδοσιν ἐπιδιδόναι τὸ σῶμα τοῖσι πρὸς ποδῶν ἕλκουσιν: ἐνίοτε γὰρ ἀρκέει αὐτὸ τὸ ξύλον τοῦτο ἀντὶ τῆς ἄνωθεν ἀντικατατάσιος: ἐνίοτε δὲ καὶ, κατατεινομένου τοῦ σκέλεος ἔνθεν καὶ ἔνθεν, αὐτὸ τὸ ξύλον τοῦτο, χαλαρὸν ἐγκείμενον τῇ τῇ, ἐκμοχλεύειν ἐπιτήδειον ἂν εἴη τὴν κεφαλὴν τοῦ μηροῦ ἐς τὸ ἔξω μέρος.

διὰ τοῦτο γὰρ καὶ αἱ κάπετοι ἐντετμέαται, ὡς, καθ᾽ ὁκοίην ἂν αὐτέων ἁρμόσῃ, ἐμβαλλόμενος ξύλινος μοχλὸς μοχλεύοι, παρὰ τὰς κεφαλὰς τῶν ἄρθρων, κατὰ τὰς κεφαλὰς τελέως ἐρειδόμενος ἅμα τῇ κατατάσει, ἤν τε ἐς τὸ ἔξω μέρος ξυμφέρῃ ἐκμοχλεύεσθαι, ἤν τε ἐς τὸ ἔσω, καὶ ἤν τε στρογγύλον τὸν μοχλὸν ξυμφέρῃ εἶναι, ἤν τε πλάτος ἔχοντα: ἄλλος γὰρ ἄλλῳ τῶν ἄρθρων ἁρμόζει.

εὔχρηστος δέ ἐστιν ἐπὶ πάντων τῶν ἄρθρων ἐμβολῆς, τῶν κατὰ τὰ σκέλεα, αὕτη

μόχλευσις ξὺν τῇ κατατάσει.

περὶ οὖ οὖν λόγος ἐστὶ, στρογγύλος ἁρμόζει μοχλὸς εἶναι: τῷ μέντοι ἔξω ἐκπεπτωκότι ἄρθρῳ πλατὺς ἁρμόσει εἶναι.

ἀπὸ τουτέων τῶν μηχανέων καὶ ἀναγκέων οὐδὲν ἄρθρον μοι δοκέει οἷόν τε εἶναι ἀπορηθῆναι ἐμπεσεῖν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Charles Darwin Adams, 1868)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: