Hide browse bar
Your current position in the text is marked in blue. Click anywhere in the
line to jump to another position:
Search the Perseus Catalog for:
Table of Contents:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
66.
ωὑτὸς δὲ λόγος καὶ περὶ τῶν κατὰ τὸν ἀγκῶνα ἄρθρων,
καὶ
περὶ τῶν τοῦ πήχεος καὶ βραχίονος:
ἃ γὰρ ἂν τούτων ἐξαρθρήσαντα ἐξίσχῃ ἕλκος ποιησάμενα,
πάντα,
ἢν ἐμβληθῇ,
θάνατον
φέρει,
μὴ ἐμβληθέντα δὲ,
ἐλπίδα σωτηρίης:
χώλωσις δὲ ἑτοίμη:
τοῖσι περιγενομένοισιν.
Θανατωδέστερα δὲ τοῖσιν ἐμβαλλομένοισίν.
ἐστι τὰ ἀνωτέρω τῶν ἄρθρων,
ἀτὰρ καὶ τοῖσι μὴ ἐμβαλλομένοισι
κινδυνωδέστερα αὐτὰ ταῦτα.
εἰ δέ τινι τὰ ἀνώτατα ἄρθρα ἐξαρθρήσαντα,
ἕλκος ποιήσαντα,
ἐξίσχοι,
ταῦτα ἂν ἔτι καὶ ἐμβαλλόμενα ταχυθανατώτατα εἴη,
καὶ μὴ ἐμβαλλόμενα κινδυνωδέστατα:
ἰητρείη δὲ ἤδη εἴρηται,
οἵη τις ἐμοὶ δοκέει ἐπιτηδειοτάτη εἶναι τῶν
τοιουτέων.