previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


63.

Ὅσοισι δ᾽ ἂν κνήμης ὀστέα ἐξαρθρήσαντα καὶ ἕλκος

ποιήσαντα τελείως ἐξίσχῃ κατὰ τὰ παρὰ τὸν πόδα ἄρθρα, εἴτε ἔσω Ρ῾έψαντα, εἴτε μέντοι καὶ ἔξω, τὰ τοιαῦτα μὴ ἐμβάλλειν, ἀλλ᾽ ἐᾷν τὸν βουλόμενον τῶν ἰητρῶν ἐμβάλλειν.

σαφέως γὰρ εἰδέναι χρὴ, ὅτι ἀποθανεῖται, ἂν ἐμβληθέντα ἐμμείνῃ, καὶ ζωὴ δὲ ὀλιγήμερος τουτέοισι γενήσεται: ὀλίγοι γὰρ ἂν αὐτέων τὰς ἑπτὰ ἡμέρας ὑπερβάλλοιεν: σπασμὸς γὰρ κτείνων ἐστίν: ἀτὰρ καὶ γαγγραινοῦσθαι ἱκνέεται τὴν κνήμην καὶ τὸν πόδα.

ταῦτα βεβαίως εἰδέναι χρὴ οὕτως ἐσόμενα: καὶ οὐκ ἄν μοι δοκέει οὐδὲ ἐλλέβορος ὠφελήσειν, αὐθημερόν τε δοθεὶς, καὶ αὖθις πινόμενος, ἄγχιστα δὲ, εἴπερ τι τοιοῦτον: οὐ μέντοι γε οὐδὲ τοῦτο δοκέω.

ἢν δὲ μὴ ἐμβληθῇ, μηδ᾽ ἀπ᾽ ἀρχῆς μηδεὶς πειρηθῇ ἐμβάλλειν, περιγίνονται οἱ πλεῖστοι αὐτέων.

χρὴ δὲ ἡρμόσθαι μὲν τὴν κνήμην καὶ τὸν πόδα οὕτως, ὡς αὐτὸς ἐθέλει, μοῦνον δὲ, μὴ ἀπῃωρημένα, μηδὲ κινεύμενα ἔστω: ἰητρεύειν δὲ πισσηρῇ καὶ σπλήνεσιν οἰνηροῖσιν, ὀλίγοισι, μὴ ἄγαν ψυχροῖσι, ψῦχος γὰρ ἐν τοῖσι

τοιούτοισι σπασμὸν ἐπικαλέεται: ἐπιτήδεια δὲ καὶ φύλλα σεύτλων, βηχίου, ἄλλου τινὸς τῶν τοιουτέων, ἐν οἴνῳ μέλανι αὐστηρῷ ἡμίεφθα ἐπιτιθέντα ἰητρεύειν ἐπί τε τὸ ἕλκος, ἐπί τε τὰ περιέχοντα, κηρωτῇ δὲ χλιερῇ ἐπιχρίειν αὐτὸ τὸ ἕλκος: ἢν δὲ ὥρη χειμερινὴ ἔῃ, καὶ ἔρια Ρ῾υπαρὰ οἴνῳ καὶ ἐλαίῳ καταῤΡ῾αίνοντα χλιεροῖσιν ἄνωθεν ἐπιτέγγειν: καταδεῖν δὲ μηδὲν μηδενὶ, μηδε περιπλάσσειν: εὖ γὰρ εἰδέναι χρὴ, ὅτι πίεξις καὶ ἀχθοφορίη πᾶν κακὸν τοῖσι τοιούτοισίν ἐστιν.

ἐπιτήδεια δὲ πρὸς τὰ τοιαῦτα καὶ τῶν ἐναίμων μετεξέτερα, ὅσοισιν αὐτῶν ξυμφέρει: ἔρια δὲ ἐπιτιθέντα, οἴνῳ ἐπιτέγγοντα, πουλὺν χρόνον ἐᾷν: τὰ δὲ ὀλιγημερώτατα τῶν ἐναίμων, καὶ ὅσα Ρ῾ητίνῃ προσκαταλαμβάνεται, οὐχ ὁμοίως ἐπιτήδεια ἐκείνοισίν ἐστιν: χρονίη γὰρ κάθαρσις τῶν ἑλκέων γίνεται τούτων: πουλὺν γὰρ χρόνον πλαδαρὴ γίνεται: τινὰς δὲ τούτων ἀγαθὸν ἐπιδέειν.

εἰδέναι μὲν δή που σάφα χρὴ, ὅτι ἀνάγκη τὸν ἄνθρωπον χωλὸν αἰσχρῶς γενέσθαι: καὶ γὰρ ποὺς ἐς τὸ ἄνω ἀνέσπασται τῶν τοιούτων, καὶ τὰ ὀστέα

τὰ διολισθήσαντα ἔξω ἐξέχοντα φαίνεται: οὔτε γὰρ ψιλοῦται τῶν τοιούτων ὀστέων οὐδὲν ὡς ἐπὶ τὸ πουλὺ, εἰ μὴ κατὰ βραχύ τι, οὔτε ἀφίσταται, ἀλλὰ περιωτειλοῦται λεπτῇσιν ὠτειλῇσι καὶ ἀσθενέσι, καὶ ταῦτα, ἢν ἀτρεμίζωσι πουλὺν χρόνον: ἢν δὲ μὴ, ἑλκύδριον ἐγκαταλειφθῆναι κίνδυνος ἀναλθές.

ὅμως δὲ, περὶ οὗ λόγος, οὕτω μὲν ἰητρευόμενοι σώζονται, ἐμβληθέντος δὲ τοῦ ἄρθρου καὶ ἐμμείναντος, ἀποθνήσκουσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Charles Darwin Adams, 1868)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: