previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


46.

Ὁκόσοισι μὲν οὖν κυφώματα γίνεται κατὰ τοὺς σπονδύλους, ἔξωσις μὲν μεγάλη ἀποῤΡ῾αγεῖσα ἀπὸ τῆς ξυμφύσιος ἑνὸς σπονδύλου, καὶ πλειόνων, οὐ μάλα πολλοῖσι γίνεται, ἀλλ᾽ ὀλίγοισιν.

οὐδὲ γὰρ τὰ τρώματα τὰ τοιαῦτα Ρ῾ηΐδιον γίνεσθαι: οὔτε γὰρ ἐς τὸ ἔξω ἐξωσθῆναι Ρ῾ηΐδίον ἐστιν, εἰ μὴ ἐκ τοῦ ἔμπροσθεν ἰσχυρῷ τινι τρωθείη διὰ τῆς κοιλίης ῾οὕτω δ᾽ ἂν ἀπόλοιτὀ, εἴ τις ἀφ᾽ ὑψηλοῦ τοῦ χωρίου πεσὼν ἐρείσειε τοῖσιν ἰσχίοισιν τοῖσιν ὤμοισιν ῾ἀλλὰ καὶ οὕτως ἂν ἀποθάνοι, παραχρῆμα δὲ οὐκ ἂν ἀποθάνοἰ: ἐκ δὲ τοῦ ὄπισθεν οὐ Ρ῾ηΐδιον τοιαύτην ἔξαλσιν γενέσθαι ἐς τὸ ἔσω, εἰ μὴ ὑπέρβαρύ τι ἄχθος ἐμπέσοι: τῶν τε γὰρ ὀστέων τῶν ἐκπεφυκότων ἔξω ἓν ἕκαστον τοιοῦτόν ἐστιν, ὥστε πρόσθεν ἂν αὐτὸ καταγῆναι, πρὶν μεγάλην Ρ῾οπὴν εἴσω ποιῆσαι, τούς τε ξυνδέσμους βιησάμενον, καὶ τὰ ἄρθρα τὰ ἐνηλλαγμένα.

τε αὖ νωτιαῖος πονοίη ἂν, εἰ ἐξ ὀλίγου χωρίου τὴν περικαμπὴν ἔχοι, τοιαύτην ἔξαλσιν ἐξαλλομένου σπονδύλου: τ᾽ ἐκπηδήσας σπόνδυλος πιέζοι ἂν τὸν νωτιαῖον, εἰ μὴ καὶ ἀποῤΡ῾ήξειεν: πιεχθεὶς δ᾽ ἂν καὶ ἀπολελαμμένος, πολλῶν ἂν καὶ μεγάλων καὶ ἐπικαίρων ἀπονάρκωσιν ποιήσειεν: ὥστε οὐκ ἂν μέλοι τῷ ἰητρῷ, ὅκως χρὴ τὸν σπόνδυλον κατορθῶσαι, πολλῶν καὶ βιαίων ἄλλων κακῶν παρεόντων.

ὥστε

δὴ οὐδ᾽ ἐμβαλεῖν οἷόν τε πρόδηλον τὸν τοιοῦτον οὔτε κατασείσει, οὔτε ἄλλῳ τρόπῳ οὐδενὶ, εἰ μή τις διαταμὼν τὸν ἄνθρωπον, ἔπειτα ἐσμασάμενος ἐς τὴν κοιλίην, ἐκ τοῦ εἴσωθεν τῇ χειρὶ ἐς τὸ ἔξω ἀντωθέοι: καὶ ταῦτα νεκρῷ μὲν οἷόν τε ποιέειν, ζῶντι δὲ οὐ πάνυ.

διὰ τί οὖν ταῦτα γράφω; ὅτι οἴονταί τινες ἰητρευκέναι ἀνθρώπους, οἷσιν ἔσωθεν ἔπεσον σπόνδυλοι, τελέως ὑπερβάντες τὰ ἄρθρα: καίτοι γε Ρ῾ηΐστην ἐς τὸ περιγενέσθαι τῶν διαστροφέων ταύτην ἔνιοι νομίζουσι, καὶ οὐδὲν δέεσθαι ἐμβολῆς, ἀλλ᾽ αὐτόματα ὑγιέα γίνεσθαι τὰ τοιαῦτα.

Ἀγνοέουσι δὲ πολλοὶ, καὶ κερδαίνουσιν, ὅτι ἀγνοέουσιν: πείθουσι γὰρ τοὺς πέλας.

ἐξαπατῶνται δὲ διὰ τόδε: οἴονται γὰρ τὴν ἄκανθαν τὴν ἐξέχουσαν κατὰ τὴν Ρ῾άχιν ταύτην τοὺς σπονδύλους αὐτοὺς εἶναι, ὅτι στρογγύλον αὐτῶν ἕκαστον φαίνεται ψαυόμενον, ἀγνοεῦντες ὅτι τὰ ὀστέα ταῦτά ἐστι τὰ ἀπὸ τῶν σπονδύλων πεφυκότα, περὶ ὧν λόγος ὀλίγῳ πρόσθεν εἴρηται: οἱ δὲ σπόνδυλοι πολὺ προσωτέρω ἄπεισιν: στενοτάτην γὰρ πάντων τῶν ζώων ὥνθρωπος κοιλίην ἔχει, ὡς ἐπὶ τῷ μεγέθει, ἀπὸ τοῦ ὄπισθεν ἐς τὸ ἔμπροσθεν, ποτὶ καὶ κατὰ τὸ στῆθος.

ὅταν οὖν τι τούτων τῶν ὀστέων τῶν ὑπερεχόντων ἰσχυρῶς καταγῇ, ἤν τε ἓν, ἤν τε πλείω, ταύτῃ ταπεινότερον τὸ χωρίον γίνεται, τὸ ἔνθεν καὶ ἔνθεν, καὶ διὰ τοῦτο ἐξαπατῶνται, οἰόμενοι τοὺς σπονδύλους ἔσω οἴχεσθαι.

Προσεξαπατᾷ δὲ ἔτι αὐτοὺς καὶ

τὰ σχήματα τῶν τετρωμένων: ἢν μὲν γὰρ πειρῶνται καμπύλλεσθαι, ὀδυνῶνται, περιτενέος γινομένου ταύτῃ τοῦ δέρματος, τέτρωνται: καὶ ἅμα τὰ ὀστέα τὰ κατεηγότα ἐνθράσσει οὕτω μᾶλλον τὸν χρῶτα: ἢν δὲ λορδαίνωσι, Ρ῾ᾴους εἰσίν: χαλαρώτερον γὰρ τὸ δέρμα κατὰ τὸ τρῶμα ταύτῃ γίνεται, καὶ τὰ ὀστέα ἧσσον ἐνθράσσει: ἀτὰρ καὶ ἤν τις ψαύῃ αὐτῶν, κατὰ τοῦτο ὑπείκουσι λορδοῦντες, καὶ τὸ χωρίον κενεὸν καὶ μαλθακὸν ψαυόμενον ταύτῃ φαίνεται.

ταῦτα πάντα τὰ εἰρημένα προσεξαπατᾷ τοὺς ἰητρούς: ὑγιέες δὲ ταχέως καὶ ἀσινέες αὐτόματοι οἱ τοιοῦτοι γίνονται: ταχέως γὰρ πάντα τὰ τοιαῦτα ὀστέα ἐπιπωροῦται, ὅσα χαῦνά ἐστιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Charles Darwin Adams, 1868)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: