previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


40.

ἢν δὲ οὖς κατεαγῇ, ἐπιδέσιες μὲν πᾶσαι πολέμιαι: οὐ γὰρ οὕτω τις καλαρὸν περιβάλλοι: ἢν δὲ μᾶλλον πιέζῃ, πλέον κακὸν ἐργάζεται: ἐπεὶ καὶ ὑγιὲς οὖς, ἐπιδέσει πιεχθὲν, ὀδυνηρὸν καὶ σφυγματῶδες καὶ πυρετῶδες γίνεται.

ἀτὰρ καὶ τὰ ἐπιπλάσματα, κάκιστα μὲν τὰ βαρύτατα τὸ ἐπίπαν: ἀτὰρ καὶ τὰ πλεῖστα φλαῦρα καὶ ἀποστατικὰ, καὶ μύξαν τε ὑποποιέει πλείω, κἄπειτα ἐκπυήσιας ἀσηράς: τούτων δὲ ἥκιστα οὖς κατγὲν προσδέεται: ἄγχιστα μὴν, εἴπερ χρὴ, τὸ γλίσχρον ἄλητον: χρὴ δὲ μηδὲ τοῦτο βάρος ἔχειν.

ψαύειν δὲ ὡς ἥκιστα ξυμφέρει: ἀγαθὸν γὰρ φάρμακόν ἐστιν ἐνίοτε καὶ τὸ μηδὲν προσφέρειν καὶ πρὸς οὖς καὶ πρὸς ἄλλα πολλά.

χρὴ δὲ καὶ τὴν ἐπικοίμησιν φυλάσσεσθαι: τὸ δὲ σῶμα ἰσχναίνειν, καὶ μᾶλλον, ἂν κίνδυνος ἔῃ ἔμπυον τὸ οὖς γενέσθαι: ἄμεινον δὲ καὶ μαλθάξαι τὴν κοιλίην: ἢν δὲ καὶ εὐήμετος

ἔῃ, ἐμέειν ἀπὸ συρμαϊσμοῦ.

ἢν δὲ ἐς ἐμπύησιν ἔλθῃ, ταχέως μὲν οὐ χρὴ στομοῦν: πολλὰ γὰρ καὶ τῶν δοκεόντων ἐκπυέεσθαι ἀναπίνεταί ποτε, κἢν μηδέν τις καταπλάσῃ.

ἢν δὲ ἀναγκασθῇ στομῶσαι, τάχιστα μὲν ὑγιὲς γίνεται, ἤν τις πέρην διακαύσῃ: εἰδέναι μέντοι χρὴ σαφῶς, ὅτι κυλλὸν ἔσται τὸ οὖς καὶ μεῖον τοῦ ἑτέρου, ἢν πέρην διακαυθῇ.

ἢν δὲ μὴ πέρην καίηται, τάμνειν χρὴ τὸ μετέωρον, μὴ πάνυ σμικρὴν τομήν: διὰ παχυτέρου μὴν καὶ τὸ πῦον εὑρίσκεται, ὡς ἄν τις δοκέοι: ὡς δ᾽ ἐν κεφαλαίῳ εἰπεῖν, καὶ πάντα τἄλλα τὰ μυξώδεα καὶ μυξοποιὰ, ἅτε γλίσχρα ἐόντα, ὑποθιγγανόμενα διολισθάνει ταχέως ὑπὸ τοὺς δακτύλους καὶ ἔνθα καὶ ἔνθα: διὰ τοῦτο διὰ παχυτέρου εὑρίσκουσι τὰ τοιαῦτα οἱ ἰητροὶ, ὡς οἴονται: ἐπεὶ καὶ τῶν γαγγλιωδέων ἔνια, ὅσα ἂν πλαδαρὰ ἔῃ, καὶ μυξώδεα σάρκα ἔχῃ, πολλοὶ στομοῦσιν, οἰόμενοι Ρ῾εῦμα ἀνευρήσειν ἐς τὰ τοιαῦτα: μὲν οὖν γνώμη τοῦ ἰητροῦ ἐξαπατᾶται: τῷ δὲ πρήγματι τῷ τοιούτῳ οὐδεμία βλάβη στομωθέντι.

ὅσα δὲ ὑδατώδεα χωρία ἐστὶν, μύξης πεπληρωμένα, καὶ ἐν οἵοισι χωρίοισιν ἕκαστα θάνατον φέρει στομούμενα, καὶ ἀλλοίας βλάβας, περὶ τούτων ἐν ἄλλῳ λόγῳ γεγράψεται.

ὅταν οὖν τάμῃ τις τὸ οὖς, πάντων μὲν καταπλασμάτων, πάσης τε μοτώσιος ἀπέχεσθαι χρή: ἰητρεύειν

δὲ ἐναίμῳ, ἄλλῳ τῳ, τι μήτε βάρος, μήτε πόνον παρασχήσει: ἢν γὰρ χόνδρος ἄρξηται ψιλοῦσθαι, καὶ ὑποστάσιας ἴσχῃ, ὀχλῶδες: γιγνεται δὲ τοῦτο δι᾽ ἐκείνας τὰς ἰήσιας.

πάντων δὲ τῶν παλιγκοτησάντων πέρην διάκαυσις αὐταρκέστατον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Charles Darwin Adams, 1868)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: