Hide browse bar
Your current position in the text is marked in blue. Click anywhere in the
line to jump to another position:
Search the Perseus Catalog for:
Table of Contents:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
32.
ἢν δὲ κατεαγῇ ἡ κάτω γνάθος,
ἢν μὲν μὴ ἀποκαυλισθῇ
παντάπασιν,
ἀλλὰ ξυνέχηται τὸ ὀστέον,
ἐκκεκλιμένον δὲ ἔῃ,
κατορθῶσαι μὲν χρὴ τὸ ὀστέον,
παρά γε τὴν γλῶσσαν πλαγίην
ὑπείραντα τοὺς δακτύλους,
τὸ δὲ ἔξωθεν ἀντερείδοντα,
ὡς ἂν ξυμφέρῃ:
καὶ ἢν διεστραμμένοι ἔωσιν οἱ ὀδόντες οἱ κατὰ τὸ τρῶμα
καὶ κεκινημένοι,
ὁκόταν τὸ ὀστέον κατορθωθῇ,
ζεῦξαι τοὺς ὀδόντας
χρὴ πρὸς ἀλλήλους,
μὴ μόνον τοὺς δύο,
ἀλλὰ καὶ πλέονας,
μάλιστα
μὲν χρυσίῳ,
ἔστ᾽ ἂν κρατυνθῇ τὸ ὀστέον,
εἰ δὲ μὴ,
λίνῳ:
ἔπειτα
ἐπιδεῖν κηρωτῇ καὶ σπλήνεσιν ὀλίγοισι καὶ ὀθονίοισιν ὀλίγοισι,
μὴ
ἄγαν ἐρείδοντα,
ἀλλὰ χαλαροῖσιν.
εὖ γὰρ εἰδέναι χρὴ,
ὅτι ἐπίδεσις
ὀθονίων,
γνάθου καταγείσης,
μικρὰ μὲν ἂν ὠφελέοι,
εἰ χρηστῶς
ἐπιδέοιτο,
μεγάλα δ᾽ ἂν βλάπτοι,
εἰ κακῶς ἐπιδέοιτο.
πυκνὰ
δὲ παρὰ τὴν γλῶσσαν ἐσματέεσθαι χρὴ,
καὶ πουλὺν χρόνον ἀντέχειν τοῖσι δακτύλοισι κατορθοῦντα τοῦ ὀστέου τὸ ἐκκλιθέν:
ἄριστον δὲ,
εἰ αἰεὶ δύναιτο,
ἀλλ᾽ οὐχ οἶόν τε.