Hide browse bar
Your current position in the text is marked in blue. Click anywhere in the
line to jump to another position:
Search the Perseus Catalog for:
Table of Contents:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
18.
ἐπιδεῖν δὲ τὸ πρῶτον:
ὁ μὲν ἐπιδεδεμένος μάλιστα φάτω
πεπιέχθαι κατὰ τὸ σίνος,
ἥκιστα τὰ ἄκρα:
ἡρμάσθαι δὲ,
μὴ
πεπιέχθαι:
πλήθει,
μὴ ἰσχύϊ:
τὴν δὲ ἡμέρην ταύτην καὶ
νύκτα,
ὀλίγῳ μᾶλλον,
τὴν δ᾽ ὑστέρην,
ἧσσον:
τρίτη,
χαλαρά.
Εὑρεθήτω δὲ τῇ μὲν ὑστεραίῃ ἐν ἄκροισιν οἴδημα μαλθακόν:
τῇ
τρίτῃ δὲ τὸ ἐπιδεθὲν λυθὲν,
ἰσχνότερον,
παρὰ πάσας τὰς
ἐπιδέσιας τοῦτο.
τῇ δὲ ὑστεραίῃ ἐπιδέσει,
ἢν δικαίως
ἐπιδεδεμένον φανῇ,
μαθεῖν δεῖ:
ἐντεῦθεν δὲ μᾶλλον καὶ ἐπὶ πλέοσι
πιεχθήτω:
τῇ δὲ τρίτῃ ἐπὶ μᾶλλον καὶ ἐπὶ πλέοσιν.
τῇ δὲ
ἑβδόμῃ ἀπὸ τῆς πρώτης ἐπιδέσιος λυθέντα,
εὑρεθήτω ἰσχνὰ,
χαλαρὰ τὰ ὀστέα.
ἐς δὲ νάρθηκας,
δεθέντα,
ἢν ἰσχνὰ καὶ ἄκνησμα
καὶ ἀνέλκεα ᾖ,
ἐᾷν μέχρις εἴκοσιν ἡμερέων ἀπὸ τοῦ σίνεος:
ἢν δέ τι ὑποπτεύηται,
λῦσαι ἐν τῷ μέσῳ:
νάρθηκας διὰ
τρίτης ἐρείδειν.