previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


4.

τιτρώσκεται δὲ ὀστέον τὸ ἐν τῇ κεφαλῇ τοσούσδε τρόπους: τῶν δὲ τρόπων ἑκάστου πλέονες ἰδέαι γίγνονται τοῦ κατήγματος

ἐν τῇ τρώσει.

ὀστέον Ρ῾ήγνυται τιτρωσκόμενον, καὶ τῷ περιέχοντι ὀστέῳ τὴν Ρ῾ωγμὴν, ἀνάγκη φλάσιν προσγίγνεσθαι, ἤνπερ Ρ῾αγῇ: τῶν γὰρ βελέων τι περ Ρ῾ήγνυσι τὸ ὀστέον, τὸ αὐτὸ τοῦτο καὶ φλᾷ τὸ ὀστέον μᾶλλον, ἧσσον, αὐτό τε ἐν ᾧπερ καὶ Ρ῾ήγνυσι τὴν Ρ῾ωγμὴν, καὶ τὰ περιέχοντα ὀστέα τὴν Ρ῾ώγμήν: εἷς οὗτος τρόπος.

ἰδέαι δὲ Ρ῾ωγμέων παντοῖαι γίγνονται: καὶ γὰρ λεπτότεραί τε καὶ λεπταὶ πάνυ, ὥστε οὐ καταφανέες γίγνονται ἔστιν αἳ τῶν Ρ῾ωγμέων, οὔτε αὐτίκα μετὰ τὴν τρῶσιν, οὔτ᾽ ἐν τῇσιν ἡμέρῃσιν, ἐν ᾗσιν ἂν καὶ πλέον ὄφελος γένοιτο ἐκ

τούτου τῷ ἀνθρώπῳ: αἱ δ᾽ αὖ παχύτεραί τε καὶ εὐρύτεραι Ρ῾ήγνυνται τῶν Ρ῾ωγμέων: ἔνιαι δὲ καὶ πάνυ εὐρέαι.

ἔστι δὲ αὐτέων καὶ αἳ μὲν ἐπὶ μακρότερον Ρ῾ήγνυνται, αἳ δὲ ἐπὶ βραχύτερον.

καὶ αἱ μὲν ἰθύτεραί τε καὶ ἰθεῖαι πάνυ, αἱ δὲ καμπυλώτεραί τε καὶ καμπύλαι: καὶ βαθύτεραί τε ἐς τὸ κάτω καὶ διὰ παντὸς τοῦ ὀστέου, καὶ ἧσσον βαθεῖαι ἐς τὸ κάτω, καὶ οὐ διὰ παντὸς τοῦ ὀστέου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Charles Darwin Adams, 1868)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: