previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics




β᾽. ἐν Θάσῳ τὴν κατακειμένην παρὰ τὸ ψυχρὸν ὕδωρ ἐκ τόκου θυγατέρα τεκοῦσαν καθάρσιος οὐ γενομένης πυρετὸς ὀξὺς φρικώδης τρι [40] ταίην ἔλαβεν. ἐκ χρόνου δὲ πολλοῦ πρὸ τοῦ τόκου πυρετώδης ἦν, κατακλινής, ἀπόσιτος. μετὰ δὲ τὸ γενόμενον ῥῖγος συνεχέες, ὀξέες, φρικώδεες οἱ πυρετοί. ὀγδόῃ πολλὰ παρέκρουσε καὶ τὰς ἐχομένας καὶ ταχὺ πάλιν κατενόει: κοιλίη ταραχώδης πολλοῖσι λεπτοῖσιν, ὑδατοχόλοις: ἄδιψος. ἑνδεκάτῃ κατενόει, κωματώδης δ᾽ ἦν: οὖρα πολλὰ λεπτὰ καὶ μέλανα, ἄγρυπνος. εἰκοστῇ σμικρὰ περιέψυξε καὶ ταχὺ πάλιν ἀνεθερμάνθη, σμικρὰ παρέλεγεν, ἄγρυπνος: [50] τὰ κατὰ κοιλίην ἐπὶ τῶν αὐτῶν: οὖρα ὑδατώδεα πολλά. εἰκοστῇ ἑβδόμῃ ἄπυρος, κοιλίη συνέστη, οὐ πολλῷ δὲ χρόνῳ ὕστερον ἰσχίου δεξιοῦ ὀδύνη ἰσχυρὴ χρόνον πολύν: πυρετοὶ πάλιν παρείποντο: οὖρα ὑδατώδεα. τεσσαρακοστῇ τὰ μὲν περὶ τὸ ἰσχίον ἐπεκούφισε, βῆχες δὲ συνεχέες ὑγραὶ πολλαί, κοιλίη συνέστη, ἀπόσιτος: οὖρα ἐπὶ τῶν αὐτῶν. οἱ δὲ πυρετοὶ τὸ μὲν ὅλον οὐκ ἐκλείποντες, πεπλανημένως δὲ [p. 262] παροξυνόμενοι, τὰ μέν, τὰ δ᾽ οὔ. ἑξηκοστῇ αἱ [60] μὲν βῆχες ἀσήμως ἐξέλιπον: οὔτε γάρ τις πτυάλων πεπασμὸς ἐγένετο οὔτε ἄλλη τῶν εἰθισμένων ἀπόστασις: σιηγὼν δὲ ἐκ τῶν ἐπὶ δεξιὰ κατεσπάσθη: κωματώδης: παρέλεγε καὶ ταχὺ πάλιν κατενόει: πρὸς δὲ τὰ γεύματα ἀπονενοημένως εἶχεν: σιηγὼν μὲν ἐπανῆκε, κοιλίη δὲ χολώδεα σμικρὰ διέδωκεν, ἐπύρεξεν ὀξυτέρως, φρικώδης: καὶ τὰς ἐχομένας ἄφωνος καὶ πάλιν διελέγετο. ὀγδοηκοστῇ ἀπέθανε. ταύτῃ τὰ τῶν οὔρων διὰ τέλεος ἦν μέλανα καὶ λεπτὰ καὶ ὑδατώδεα. κῶμα [70] παρείπετο, ἀπόσιτος, ἄθυμος, ἄγρυπνος, ὀργαί, δυσφορίαι, τὰ περὶ τὴν γνώμην μελαγχολικά.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Charles Darwin Adams, 1868)
load focus English (W. H. S. Jones, 1868)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: