This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
χχΙΙΙ. τὰ δὲ περὶ τὰ νοσήματα, ἐξ ὧν διεγινώσκομεν, μαθόντες ἐκ τῆς κοινῆς φύσιος ἁπάντων καὶ τῆς ἰδίης ἑκάστου, ἐκ τοῦ νοσήματος, ἐκ τοῦ νοσέοντος, ἐκ τῶν προσφερομένων, ἐκ τοῦ προσφέροντος — ἐπὶ τὸ ῥᾷονγὰρ καὶ χαλεπώτερον ἐκ τούτων — , ἐκ τῆς καταστάσιος ὅλης καὶ κατὰ μέρεα τῶν οὐρανίων καὶ χώρης ἑκάστης, ἐκ τοῦ ἔθεος, ἐκ τῆς διαίτης, ἐκ τῶν ἐπιτηδευμάτων, ἐκ τῆς ἡλικίης ἑκάστου, λόγοισι, τρόποισι, σιγῇ, δια [10] νοήμασιν, ὕπνοισιν, οὐχ ὕπνοισιν, ἐνυπνίοισι, οἵοισι καὶ ὅτε, τιλμοῖσι, κνησμοῖσι, δάκρυσιν, ἐκ τῶν παροξυσμῶν, διαχωρήμασιν, οὔροισιν, πτυάλοισιν, ἐμέτοισι, καὶ ὅσαι ἐξ οἵων ἐς οἷα διαδοχαὶ νοσημάτων καὶ ἀποστάσιες ἐπὶ τὸ ὀλέθριον καὶ κρίσιμον, ἱδρώς, ῥῖγος, ψύξις, βήξ, πταρμοί, λυγμοί, πνεύματα, ἐρεύξιες, φῦσαι, σιγῶσαι, ψοφώδεες, αἱμορραγίαι, αἱμορροΐδες. ἐκ [18] τούτων καὶ ὅσα διὰ τούτων σκεπτέον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.