previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics




χχ. τὰ παρὰ τὰ ὦτα ἐν πυρετοῖσιν ἐπαιρόμενα μετ᾽ ὀδύνης ἔστιν οἷσιν ἐκλείποντος τοῦ πυρετοῦ κρισίμως οὔτε καθίστατο οὔτε ἐξεπύει: τούτοισι διάρροιαι χολωδέων δυσεντερίη παχέων οὔρων ὑπόστασις γενομένη ἔλυσεν, οἷον Ἑρμίππῳ τῷ Κλαζομενίῳ. τὰ δὲ περὶ τὰς κρίσιας, ἐξ ὧν καὶ διεγινώσκομεν, ὅμοια ἀνόμοια, οἷον οἱ δύο ἀδελφεοί, οἳ ἤρξαντο ὁμοῦ τὴν αὐτὴν ὥρην: κατέκειντο παρὰ τὸ θέρετρον Ἐπιγένεος. [10] τούτων τῷ πρεσβυτέρῳ ἔκρινεν ἑκταίῳ, τῷ δὲ νεωτέρῳ ἑβδομαίῳ. ὑπέστρεψεν ἀμφοτέροισιν ὁμοῦ τὴν αὐτὴν ὥρην καὶ διέλιπεν ἡμέρας πέντε. ἐκ δὲ τῆς ὑποστροφῆς ἐκρίθη ἀμφοτέροισιν ὁμοῦ τὸ σύμπαν ἑπτακαιδεκαταίοισιν. ἔκρινε δὲ τοῖσι πλείστοισιν ἑκταίοις. διέλειπεν ἕξ: ἐκ δὲ τῶν ὑποστροφέων ἔκρινε πεμπταίοις. οἷσι δ᾽ ἔκρινεν ἑβδομαίοισι, διέλειπεν ἑπτά: ἐκ δὲ τῆς ὑποστροφῆς ἔκρινε τριταίοις. οἷσι δ᾽ ἔκρινεν ἑβδομαίοισι, διαλείποντα τρεῖς ἔκρινεν ἑβδομαίοις. οἷσι δ᾽ [20] ἔκρινεν ἑκταίοισι, διαλείποντα ἓξ ἐλάμβανε τρισίν, διέλειπε μίαν, μίαν ἐλάμβανεν: ἔκρινεν, οἷον Εὐάγοντι τῷ Δαιθάρσεος. οἷσι δ᾽ ἔκρινεν ἑκταίοισι, διέλειπεν ἑπτά, ἐκ δὲ τῆς ὑποστροφῆς ἔκρινε τετάρτῃ, οἷον τῇ Ἀγλαΐδου θυγατρί. οἱ μὲν οὖν πλεῖστοι τῶν νοσησάντων ἐν τῇ καταστάσει ταύτῃ τούτῳ τῷ τρόπῳ διενόσησαν, καὶ [p. 178] οὐδένα οἶδα τῶν περιγενομένων, ᾧτινι οὐχ ὑπέστρεψαν αἱ κατὰ λόγον ὑποστροφαὶ γενόμεναι, καὶ διεσῴζοντο πάντες, οὓς κἀγὼ οἶδα, οἷσιν αἱ [30] ὑποστροφαὶ διὰ τοῦ εἴδεος τούτου γενοίατο. οὐδὲ τῶν διανοσησάντων διὰ τούτου τοῦ τρόπου οὐδενὶ [32] οἶδα ὑποστροφὴν γενομένην πάλιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (W. H. S. Jones, 1868)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: