previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics




χϝΙΙΙ. περὶ δὲ ἰσημερίην καὶ μέχρι πληϊάδος καὶ ὑπὸ χειμῶνα παρείποντο μὲν οἱ καῦσοι, ἀτὰρ καὶ οἱ φρενιτικοὶ τηνικαῦτα πλεῖστοι ἐγένοντο καὶ ἔθνῃσκον τούτων οἱ πλεῖστοι. ἐγένοντο δὲ καὶ κατὰ θέρος ὀλίγοι. τοῖσι μὲν οὖν καυσώδεσιν ἀρχομένοισιν ἐπεσήμαινεν, οἷσι τὰ ὀλέθρια συνέπιπτεν: αὐτίκα γὰρ ἀρχομένοισι πυρετὸς ὀξύς, σμικρὰ ἐπερρίγουν, ἄγρυπνοι, διψώδεες, ἀσώδεες, σμικρὰ ἐφίδρουν περὶ μέτωπον [10] καὶ κληῖδας, οὐδεὶς δι᾽ ὅλου, πολλὰ παρέλεγον, φόβοι, δυσθυμίαι, ἄκρεα περίψυχρα, πόδες ἄκροι, μᾶλλον δὲ τὰ περὶ χεῖρας: οἱ παροξυσμοὶ ἐν ἀρτίῃσι: τοῖσι δὲ πλείστοισιν τεταρταίοισιν οἱ πόνοι μέγιστοι καὶ ἱδρὼς ἐπὶ πλεῖστον ὑπόψυχρος καὶ ἄκρεα οὐκ ἔτι ἀνεθερμαίνοντο, ἀλλὰ πελιδνὰ καὶ ψυχρά, οὐδ᾽ ἐδίψων ἔτι ἐπὶ τούτοισιν: οὖρα τούτοις ὀλίγα, μέλανα, λεπτὰ καὶ κοιλίαι ἐφίσταντο: οὐδ᾽ ᾑμορράγησεν ἐκ ῥινῶν οὐδενί, οἷσι ταῦτα συμπίπτοι, ἀλλ᾽ σμικρὰ ἔσταξεν: οὐδ᾽ ἐς [20] ὑποστροφὴν οὐδενὶ τούτων ἦλθεν, ἀλλ᾽ ἑκταῖοι ἀπέθνῃσκον σὺν ἱδρῶτι. τοῖσι δὲ φρενιτικοῖσι συνέπιπτε μὲν καὶ τὰ ὑπογεγραμμένα πάντα, ἔκρινε δὲ τούτοισιν ὡς ἐπὶ τὸ πολὺ ἑνδεκαταίοισιν: ἔστι δ᾽ οἷσι καὶ εἰκοσταίοισι, οἷσιν οὐκ εὐθὺς ἐξ ἀρχῆς φρενῖτις ἤρξατο περὶ τρίτην τετάρτην ἡμέρην, ἀλλὰ μετρίως ἔχουσιν ἐν τῷ [p. 174] πρώτῳ χρόνῳ περὶ τὴν ἑβδόμην ἐς ὀξύτητα τὸ [28] νόσημα μετέπεσεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (W. H. S. Jones, 1868)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: