Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Περὶ δὲ τὴν λέξιν γίνεται τὸ ξηρόν, ὅταν πρᾶγμα μέγα σμικροῖς ὀνόμασιν ἀπαγγέλλῃ, οἷον ὡς ὁ Γαδαρεὺς ἐπὶ τῆς ἐν Σαλαμῖνι ναυμαχίας φησί: καὶ τοῦ Φαλάριδος τοῦ τυράννου ἔφη τις, ῾ἄττα γὰρ ὁ Φάλαρις ἠνώχλει τοῖς Ἀκραγαντίνοις.᾿ ναυμαχίαν γὰρ τοσαύτην καὶ τυράννων ὠμότητα οὐχὶ τῷ ῾ἄττἀ ὀνόματι οὐδὲ τῷ ῾ἠνώχλεἰ ἐχρῆν λέγειν, ἀλλ̓ ἐν μεγάλοις καὶ πρέπουσιν τῷ ὑποκειμένῳ πράγματι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.