Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Πολλοὺς δὲ καὶ προσπλάσσομεν προσφόρους καὶ οἰκείους τοῖς πράγμασιν, ὥσπερ τις περὶ αἰλούρου λέγων, ὅτι συμφθίνει τῇ σελήνῃ καὶ ὁ αἴλουρος καὶ συμπαχύνεται, προσέπλασεν, ὅτι ῾ἔνθεν καὶ ὁ μῦθός ἐστιν, ὡς ἡ σελήνη ἔτεκεν τὸν αἴλουρον:᾿ οὐ γὰρ μόνον κατ̓ αὐτὴν τὴν πλάσιν ἔσται ἡ χάρις, ἀλλὰ καὶ ὁ μῦθος ἐμφαίνει χάριέν τι, αἴλουρον ποιῶν σελήνης παῖδα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.