Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Δεύτερος δὲ τόπος ἐστὶν ἀπὸ τῆς τάξεως. τὸ γὰρ αὐτὸ πρῶτον μὲν τεθὲν ἢ μέσον ἄχαρι γίνεται: ἐπὶ δὲ τοῦ τέλους χάριεν, οἷον ὡς ὁ Ξενοφῶν φησιν ἐπὶ τοῦ Κύρου, ῾δίδωσι δὲ αὐτῷ καὶ δῶρα, ἵππον καὶ στολὴν καὶ στρεπτόν, καὶ τὴν χώραν μηκέτι ἁρπάζεσθαι.᾿ ἐν γὰρ τούτοις τὸ μὲν τελευταῖόν ἐστι τὸ τὴν χάριν ποιοῦν τὸ ῾τὴν χώραν μηκέτι ἁρπάζεσθαἰ διὰ τὸ ξένον τοῦ δώρου καὶ τὴν ἰδιότητα. αἴτιος δὲ ὁ τόπος τῆς χάριτος. εἰ γοῦν πρῶτον ἐτάχθη, ἀχαριτώτερον ἦν, οἷον ὅτι ῾δίδωσιν αὐτῷ δῶρα, τήν τε χώραν μηκέτι ἁρπάζεσθαι, καὶ ἵππον καὶ στολὴν καὶ στρεπτόν.᾿ νῦν δὲ προειπὼν τὰ εἰθισμένα δῶρα, τελευταῖον ἐπήνεγκεν τὸ ξένον καὶ ἄηθες, ἐξ ὧν ἁπάντων συνῆκται ἡ χάρις.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.