Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Εὐθὺς οὖν πρώτη ἐστὶ χάρις ἡ ἐκ συντομίας, ὅταν τὸ αὐτὸ μηκυνόμενον ἄχαρι γένηται, ὑπὸ δὲ τάχους χάριεν, ὥσπερ παρὰ Ξενοφῶντι, ῾τῷ ὄντι τούτῳ οὐδὲν μέτεστι τῆς Ἑλλάδος, ἐπεὶ ἐγὼ αὐτὸν εἶδον, ὡσπερεὶ Λυδόν, ἀμφότερα τὰ ὦτα τετρυπημένον: καὶ εἶχεν οὕτως.᾿ τὸ γὰρ ἐπιλεγόμενον τὸ ῾εἶχεν οὕτως᾿ ὑπὸ τῆς συντομίας τὴν χάριν ποιεῖ, εἰ δὲ ἐμηκύνθη διὰ πλειόνων, ὅτι ῾ἔλεγεν ταῦτα ἀληθῆ, σαφῶς γὰρ ἐτετρύπητο,᾿ διήγημα ἂν ψιλὸν ἐγένετο ἀντὶ χάριτος. [p. 136]
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.