Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ὥστε ἡ μέν τις ἐν πράγμασι χάρις ἐστί, τὰ δὲ καὶ ἡ λέξις ποιεῖ ἐπιχαριτώτερα, οἷον ὡς δ̓ ὅτε Πανδαρέου κούρη, χλωρηῒς ἀηδών, καλὸν ἀείδῃσιν, ἔαρος νέον ἱσταμένοιο: [p. 134] ἐνταῦθα γὰρ καὶ ἡ ἀηδὼν χάριεν ὀρνίθιον, καὶ τὸ ἔαρ φύσει χάριεν, πολὺ δὲ ἐπικεκόσμηται τῇ ἑρμηνείᾳ, καὶ ἔστι χαριέστερα τῷ τε ῾χλωρηῒς᾿ καὶ τῷ ῾Πανδαρέου κούρἠ εἰπεῖν ἐπὶ ὄρνιθος, ἅπερ τοῦ ποιητοῦ ἴδιά ἐστι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.