Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Νικίας δ̓ ὁ ζωγράφος καὶ τοῦτο εὐθὺς ἔλεγεν εἶναι τῆς γραφικῆς τέχνης οὐ μικρὸν μέρος τὸ λαβόντα ὕλην εὐμεγέθη γράφειν, καὶ μὴ κατακερματίζειν τὴν τέχνην εἰς μικρά, οἷον ὀρνίθια ἢ ἄνθη, ἀλλ̓ ἱππομαχίας καὶ ναυμαχίας, ἔνθα πολλὰ μὲν σχήματα δείξειεν ἄν τις ἵππων τῶν μὲν θεόντων, τῶν δὲ ἀνθισταμένων ὀρθῶν, ἄλλων δὲ ὀκλαζόντων, πολλοὺς δ̓ ἀκοντίζοντας, πολλοὺς δὲ καταπίπτοντας τῶν ἱππέων: ᾤετο γὰρ καὶ τὴν ὑπόθεσιν αὐτὴν μέρος εἶναι τῆς ζωγραφικῆς τέχνης, ὥσπερ τοὺς μύθους τῶν ποιητῶν. οὐδὲν οὖν θαυμαστόν, εἰ καὶ ἐν τοῖς λόγοις καὶ ἐκ πραγμάτων μεγάλων μεγαλοπρέπεια γένηται.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.