Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Λαμβάνεται δὲ καὶ παθητικῶς πολλάκις ὁ σύνδεσμος οὗτος, ὥσπερ ἐπὶ τῆς Καλυψοῦς πρὸς τὸν Ὀδυσσέα, Διογενὲς Λαερτιάδη, πολυμήχαν̓ Ὀδυσσεῦ, οὕτω δὴ οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν; εἰ γοῦν τὸν σύνδεσμον ἐξέλοις, συνεξαιρήσεις καὶ τὸ πάθος. καθόλου γάρ, ὥσπερ ὁ Πραξιφάνης φησίν, ἀντὶ μυγμῶν παρελαμβάνοντο οἱ τοιοῦτοι σύνδεσμοι καὶ στεναγμῶν, ὥσπερ τὸ ῾αἲ αἴ,᾿ καὶ τὸ ῾φεῦ,᾿ καὶ ῾ποῖόν τί ἐστιν;᾿ ὡς αὐτός φησι, τὸ ῾καί νύ κ̓ ὀδυρομένοισιν̓ ἔπρεψεν, ἔμφασίν τινα ἔχον οἰκτροῦ ὀνόματος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.