Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καθάπερ παρὰ Πλάτωνι, ῾ὁ μὲν δὴ μέγας ἐν οὐρανῷ Ζεύς:᾿ καὶ παῤ Ὁμήρῳ, ἀλλ̓ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο. ἀρκτικὸς γὰρ τεθεὶς ὁ σύνδεσμος καὶ ἀποσπάσας τῶν προτέρων τὰ ἐχόμενα μεγαλεῖόν τι εἰργάσατο. αἱ γὰρ πολλαὶ ἀρχαὶ σεμνότητα ἐργάζονται. εἰ δ̓ ὧδε εἶπεν, ῾ἀλλ̓ ὅτε ἐπὶ τὸν πόρον ἀφίκοντο τοῦ ποταμοῦ,᾿ μικρολογοῦντι ἐῴκει καὶ ἔτι ὡς περὶ ἑνὸς πράγματος λέγοντι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.