Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Εἰσὶ δὲ τέτταρες οἱ ἁπλοῖ χαρακτῆρες, ἰσχνός, μεγαλοπρεπής, γλαφυρός, δεινός, καὶ λοιπὸν οἱ ἐκ τούτων μιγνύμενοι. μίγνυνται δὲ οὐ πᾶς παντί, ἀλλ̓ ὁ γλαφυρὸς μὲν καὶ τῷ ἰσχνῷ καὶ τῷ μεγαλοπρεπεῖ, καὶ ὁ δεινὸς δὲ ὁμοίως ἀμφοτέροις: μόνος δὲ ὁ μεγαλοπρεπὴς τῷ ἰσχνῷ οὐ μίγνυται, ἀλλ̓ ὥσπερ ἀνθέστατον καὶ ἀντίκεισθον [p. 88] ἐναντιωτάτω. διὸ δὴ καὶ μόνους δύο χαρακτῆράς τινες ἀξιοῦσιν εἶναι τούτους, τοὺς δὲ λοιποὺς δύο μεταξὺ τούτων, τὸν μὲν γλαφυρὸν τῷ ἰσχνῷ προσνέμοντες μᾶλλον, τῷ δὲ μεγαλοπρεπεῖ τὸν δεινόν, ὡς τοῦ γλαφυροῦ μὲν μικρότητά τινα καὶ κομψείαν ἔχοντος, τοῦ δεινοῦ δὲ ὄγκον καὶ μέγεθος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.