Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Τὸ δὲ ἐπιφώνημα καλούμενον ὁρίζοιτο μὲν ἄν τις λέξιν ἐπικοσμοῦσαν, ἔστι δὲ τὸ μεγαλοπρεπέστατον ἐν τοῖς λόγοις. τῆς γὰρ λέξεως ἡ μὲν ὑπηρετεῖ, ἡ δὲ ἐπικοσμεῖ. ὑπηρετεῖ μὲν ἡ τοιάδε, οἵαν τὰν ὑάκινθον ἐν οὔρεσι ποιμένες ἄνδρες ποσσὶ καταστείβουσιν, ἐπικοσμεῖ δὲ τὸ ἐπιφερόμενον τὸ χαμαὶ δέ τε πορφύρον ἄνθος: ἐπενήνεκται γὰρ τοῦτο τοῖς προενηνεγμένοις κόσμος σαφῶς καὶ κάλλος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.