Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Γίνεται μὲν οὖν ποτε καὶ μακροῦ κώλου καιρός, οἷον ἐν τοῖς μεγέθεσιν, ὡς ὁ Πλάτων φησί, ῾τὸ γὰρ δὴ πᾶν τόδε τοτὲ μὲν αὐτὸς ὁ θεὸς πορευόμενον συμποδηγεῖ καὶ συγκυκλεῖ.᾿ σχεδὸν γὰρ τῷ μεγέθει τοῦ κώλου συνεξῆρται καὶ ὁ λόγος. διὰ τοῦτο καὶ ἑξάμετρον ἡρῷόν τε ὀνομάζεται ὑπὸ τοῦ μήκους καὶ πρέπον ἥρωσιν, καὶ [p. 70] οὐκ ἂν τὴν Ὁμήρου Ἰλιάδα πρεπόντως τις γράψειεν τοῖς Ἀρχιλόχου βραχέσιν, οἷον ἀχνυμένη σκυτάλη καὶ τίς σὰς παρήειρε φρένας; οὐδὲ τοῖς Ἀνακρέοντος, ὡς τὸ φέῤ ὕδωρ, φέῤ οἶνον, ὦ παῖ: μεθύοντος γὰρ ὁ ῥυθμὸς ἀτεχνῶς γέροντος, οὐ μαχομένου ἥρωος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.