Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ὥσπερ ἐν τῇ ἀρχῇ τῆς Ἀναβάσεως τῆς Ξενοφῶντος τὸ τοιοῦτον, ῾Δαρείου καὶ Παρυσάτιδος᾿ μέχρι τοῦ ῾νεώτερος δὲ Κῦρος,᾿ συντετελεσμένη πᾶσα διάνοιά ἐστιν: τὰ δ̓ ἐν αὐτῇ κῶλα δύο μέρη μὲν αὐτῆς ἑκάτερόν ἐστι, διάνοια δὲ ἐν ἑκατέρῳ πληροῦταί τις, ἴδιον ἔχουσα πέρας, οἷον ῾Δαρείου καὶ Παρυσάτιδος γίνονται παῖδες.᾿ ἔχει γάρ τινα ὁλοκληρίαν ἡ διάνοια αὐτὴ καθ̓ αὑτήν, ὅτι ἐγένοντο Δαρείῳ καὶ Παρυσάτιδι παῖδες. καὶ ὡσαύτως τὸ ἕτερον κῶλον, ὅτι ῾πρεσβύτερος μὲν Ἀρταξέρξης, νεώτερος δὲ Κῦρος.᾿ ὥστε τὸ μὲν κῶλον, ὡς φημί, διάνοιαν περιέξει τινὰ πάντη πάντως, ἤτοι ὅλην ἢ μέρος ὅλης ὅλον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.