Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἔστι δὲ κῶλα, ἃ μὴ ἀντικείμενα ἐμφαίνει τινὰ ἀντίθεσιν διὰ τὸ τῷ σχήματι ἀντιθέτως γεγράφθαι, καθάπερ τὸ παῤ Ἐπιχάρμῳ τῷ ποιητῇ πεπαιγμένον, ὅτι ῾τόκα μὲν ἐν τήνοις ἐγὼν ἦν, τόκα δὲ παρὰ τήνοις ἐγών.᾿ τὸ αὐτὸ μὲν γὰρ εἴρηται, καὶ οὐδὲν ἐναντίον: ὁ δὲ τρόπος τῆς ἑρμηνείας μεμιμημένος ἀντίθεσίν τινα πλανῶντι ἔοικεν. ἀλλ̓ οὗτος μὲν ἴσως γελωτοποιῶν οὕτως ἀντέθηκεν, καὶ ἅμα σκώπτων τοὺς ῥήτορας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.